This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθ᾽ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἐγώ, ἀλλ᾽ αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσχρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον: ἐμὲ δ᾽ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.