This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι: τὰ1 γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δ᾽ οὐδ᾽ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.