This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος — οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον — Ἀλκιβιάδῃ1 δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης δὶς2 ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστ᾽ οὐδὲν θαυμαστὸν οὐδ᾽ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδ᾽ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι3 ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδ᾽ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.
1 Ἀλκιβιάδῃ Valckenaer: ἀλκιβιάδης A, -δην Q.
2 δὶς add. Markland, coll. Lys. 14. 39.
3 καὶ δικαιότεροι om. Q.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.