This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενος1 ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδ᾽ εἰς ἕν᾽2 ἁμαρτών, ἀθλίως ἀπέθανεν: ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλ᾽ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτ᾽ ἔβαλεν οὔτ᾽ ἀπέκτεινεν.