previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1 ... τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι: τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτ᾽ οὐχ ἑκόντες, ἀλλ᾽ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι: τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας2 οὐκ ἐφ᾽ αὑτοῖς ἐποίησαν, ἀλλ᾽ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. δημοσθένης3 δ᾽ οὐ μόνον ἐπὶ τοῦ 4 αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως: ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτ᾽ οὖν ὀφειλέτω.5 ἰσχύσει Δημοσθένης παρ᾽ 6 ὑμῖν τῆς κατ᾽ αὐτοῦ ἀποφάσεως7 μεῖζον;8 οὐκ ἐς ... ἀπογι ... ἀπόφα ... ἔλαβεν ... σι καὶ οἱ ἄλλοι πάντες: οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν9 ἔσται, τοῖς δ᾽ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι10 ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδ᾽ ὑπὲρ ἑνὸς ἀδικήματος,11 ἀλλ᾽ ὑπὲρ ἁπάντων. γὰρ12 σὴ ἀπόνοια, Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δ᾽ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, 13 σαυτὸν14 ἐπέτρεψας: τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ15 τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα ... ενος ... χρυσί ... τος τοὺς ... ὥσπερ εἰ ... φανερὸν ποιήσω.16 ἐπειδὴ γὰρ ἦλθεν, ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθησαν πρὸς τὸν δῆμον, τότε παρελθὼν17 Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων18 οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι19 τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ δι᾽ ἐκεῖνον παρ᾽ Ἀλεξάνδρου 20 καταλείπεσθαι, ἀσφαλέστατον δ᾽ εἶναι τῇ πόλει21 τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ: Ἅρπαλον δ᾽ ἤδη22 ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν: οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλ᾽ ἵνα εἰδῇ ἀφ᾽ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆσθαι, ἐκέλευε Μνησίθεον23 τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. δ᾽ ἀπεκρίνατο ὅτι 24 ἑπτακόσια τάλαντα 25 τὰ χρήματα εἶναι τηλικαῦτα26 αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθ᾽ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο 27 ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ 28 ἡμίση ἀναφέρεις, καὶ ... ω ὅτι29 τοῦ ... ἀνενεχθῆναι ... εἰς ἀκρόπολιν ... ταῦτα τὰ πράγματα 30 ... ονλι ... ἔκρινον τὸν ... οὔτ᾽ ἂν ἐπρίατο Ἅρπαλος τὰς φε ... οὔτ᾽ ἂν πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων, Δημόσθενες ... ἐστίν ... μως ἐγ ... στους ... αἰσχυν ... νει ... χρυσίον ... γὰρ ὅτι ... νοιω ... του ... πεν ... 31 στατῆρας ἔλαβε: σὺ δ᾽ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτ᾽ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δ᾽, ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, 32 ὁμολογεῖν33 μὲν εἰληφέναι34 τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν: καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δ᾽ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι 35 36 λέγων καὶ αἰτιώμενος,37 ὅτι Ἀλεξάνδρῳ χαριζομένη βουλὴ ἀνελεῖν αὐτὸν βούλεται: ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλ᾽ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ σκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δ᾽ ὡς ἔοικεν ἐστίν, μὴ σύ, Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν;38 39 μὴ νομίζετε δὲ40 διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν41 πραγμάτων ἁλίσκεσθαι.42 οὐ γὰρ ἄδηλόν43 ἐστιν ὅτι πάντες44 οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδ᾽ ὅτι Φίλιππος τηλικοῦτος45 ἐγένετο ἐξ ἀρχῆς46 χρήματα διαπέμψας47 εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας48 49

1 Column 5

2 δημοτικώταταusque adἀδικοῦνταςSauppe.

3 ἐποίησανusque adΔημοσθένηςBlass.

4 Column 6

5 ὀφειλέτωBoeckh.

6 Column 7

7 Col. 7 plerumque restituit Sauppe, sedὑμῖνusque adἀποφάσεωςBlass.

8 μεῖζονFuhr:μᾶλλονBlass.

9 δήπουusque adἰσχυρὸνKenyon, sedμόνῳJensenμὲνKenyon).

10 εἴκοσιBoeckh.

11 τετρακοσίωνusque adἀδικήματοςBoeckh:τριακοσίωνSauppe.

12 γὰρBlass.

13 Column 8

14 Col. 8 composuit Sauppe et Blass, plerumque restituit Blass.

15 καὶ ἐπὶJensen:ἔτι δὲBlass.

16 ποιήσωFuhr.

17 τότε παρελθὼνJensen:μέμνησθε ὡς τότεBlass.

18 φάσκωνKenyon.

19 ἐκδοῦναιKenyon.

20 Column 9

21 Col. 9 composuit Sauppe et Kenyon, plerumque restituit Kenyon.

22 δ᾽ ἤδηSchaefer:δὲ δὴSauppe.

23 ΜνησίθεονBlass.

24 Column 10

25 Desunt col. 10 versus duodecim.

26 Col. 10 plerumque restituit Blass.

27 Desunt versus tres.

28 Column 11

29 Col. 11 om. Kenyon.

30 Desunt versus quattuor.

31 Column 12

32 Column 13

33 Col. 13 plerumque restituit Blass.

34 εἰληφέναιBoeckh.

35 Desunt col. 13 versus unus et col. 14 versus octo.

36 Column 14

37 Col. 14 composuit Sauppe et Blass:αἰτιώμενοςBlass.

38 δὴusque adδωροδοκίανKenyon.

39 Column 15

40 μὴ νομίζετε δὲColin: μὴ νομίζῃ τιςKenyon.

41 τυχόντα τῶνBoeckh.

42 ἁλίσκεσθαιBlass.

43 ἄδηλόνSauppe.

44 πάντεςSauppe.

45 τηλικοῦτοςBoeckh.

46 ἐξ ἀρχῆςBoeckh.

47 διαπέμψαςSauppe.

48 δυνάμειusque adπροεστῶταςBlass.

49 Desunt col. 15 versus quinque et col. 16 fere tota.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1962)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: