[11]
κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δ᾽ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν; σάττοιμ᾽ ἄν, ἔφην, νὴ Δί᾽ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδ᾽ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [ὑπὸ μὲν τοῦ ὕδατος] σήπεσθαι μὲν δι᾽ ὑγρότητα, αὐαίνεσθαι δὲ διὰ ξηρότητα, [ἤγουν χαυνότητα τῆς γῆς,] θερμαινομένων τῶν ῥιζῶν.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.