previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Nemean 5
ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙΩι ΠΑΓΚΡΑΤΙΑΣΤΗι


οὐκ ἀνδριαντοποιός εἰμ᾽, ὥστ᾽ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ᾽ ἐπ᾽ αὐτᾶς βαθμίδος
ἑσταότ᾽: ἀλλ᾽ ἐπὶ πάσας ὁλκάδος ἔν τ᾽ ἀκάτῳ, γλυκεῖ᾽ ἀοιδά,
στεῖχ᾽ ἀπ᾽ Αἰγίνας, διαγγέλλοισ᾽, ὅτι
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
5νίκη Νεμείοις παγκρατίου στέφανον,
[10] οὔπω γένυσι φαίνων τέρειναν ματέρ᾽ οἰνάνθας ὀπώραν,
ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν:
τάν ποτ᾽ εὔανδρόν τε καὶ ναυσικλυτὰν
10θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
[20] στάντες, πίτναν τ᾽ εἰς αἰθέρα χεῖρας ἁμᾷ
Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ᾽ ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
15πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
[30] δαίμων ἀπ᾽ Οἰνώνας ἔλασεν. στάσομαι: οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθει᾽ ἀτρεκής:
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
εἰ δ᾽ ὄλβον χειρῶν βίαν σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
20αὐτόθεν ἅλμαθ᾽ ὑποσκάπτοι τις: ἔχω γονάτων ἐλαφρὸν ὁρμάν:
[40] καὶ πέραν πόντοιο πάλλοντ᾽ αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδ᾽ ἐν Παλίῳ
Μοισᾶν κάλλιστος χορός, ἐν δὲ μέσαις
φόρμιγγ᾽ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
25ἁγεῖτο παντοίων νόμων: αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
Πηλέα θ᾽, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
[50] ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
πείσαισ᾽ ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
30ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
εὐνᾶς. τὸ δ᾽ ἐναντίον ἔσκεν: πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν: τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι:
[60] εὐθὺς δ᾽ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
δείσαις: δ᾽ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
35Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ᾽ ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν:
[70] ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
40πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
πάντων. τὺ δ᾽ Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
[80] ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
Νεμέα μὲν ἄραρεν μείς τ᾽ ἐπιχώριος, ὃν φίλησ᾽ Ἀπόλλων:
45ἅλικας δ᾽ ἐλθόντας οἴκοι τ᾽ ἐκράτεις
Νίσου τ᾽ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ᾽, ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
[90] ἐπαύρεο: χρὴ δ᾽ ἀπ᾽ Ἀθανᾶν τέκτον᾽ ἀθληταῖσιν ἔμμεν.
50εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ᾽ ἀείδειν, μηκέτι ῥίγει: δίδοι
φωνάν, ἀνὰ δ᾽ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
νικῶντ᾽ ἀρετάν, προθύροισιν δ᾽ Αἰακοῦ
ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (32 total)
  • Commentary references to this page (16):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 707
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1407
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
  • Cross-references to this page (7):
    • Andrew Stewart, One Hundred Greek Sculptors, Their Careers and Extant Works, Sources
    • Harper's, Endēïs
    • Harper's, Pancratium
    • Harper's, Pugilātus
    • A Dictionary of Greek and Roman Antiquities (1890), CARCHE´SIUM
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, His style
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (6):
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: