This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
καταχθεὶς δὲ καὶ ἀφικόμενος εἰς Ῥόδον, ὥσπερ τῇ πατρίδι μεγάλας εὐτυχίας
εὐαγγελιζόμενος, ἀπήγγειλεν1 ὡς τὸ μὲν ἄστυ τῆς πόλεως ἑαλωκὸς καταλίποι, τὸν δὲ Πειραιέα
πολιορκούμενον, αὐτὸς δὲ μόνος διασωθεὶς ἥκοι: καὶ οὐκ ᾐσχύνθη τὴν τῆς
πατρίδος ἀτυχίαν αὑτοῦ σωτηρίαν προσαγορεύσας. οὕτω δὲ σφόδρα ταῦτ᾽
ἐπίστευσαν οἱ Ῥόδιοι ὥστε τριήρεις πληρώσαντες τὰ πλοῖα κατῆγον, καὶ τῶν
ἐμπόρων καὶ τῶν ναυκλήρων οἱ παρεσκευασμένοι δεῦρο πλεῖν αὐτοῦ τὸν σῖτον
ἐξείλοντο καὶ τἆλλα χρήματα διὰ τοῦτον.
1 ἀπήγγειλεν Ν: ἀπήγγελλεν Α.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.