Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΑΔΩΝΙΔΟΣ ΕΠΙΤΑΦΙΟΣ


Αἰάζω τὸν Ἄδωνιν: ‘ἀπώλετο καλὸς Ἄδωνις:’
ὤλετο καλὸς Ἄδωνιςἐπαιάζουσιν Ἔρωτες.
μηκέτι πορφυρέοις ἐνὶ φάρεσι Κύπρι κάθευδε:
ἔγρεο δειλαία, κυανόστολα καὶ πλατάγησον
5στήθεα καὶ λέγε πᾶσινἀπώλετο καλὸς Ἄδωνις.’
αἰάζω τὸν Ἄδωνιν: ἐπαιάζουσιν Ἔρωτες.
κεῖται καλὸς Ἄδωνις ἐν ὤρεσι μηρὸν ὀδόντι,
λευκῷ λευκὸν ὀδόντι τυπείς, καὶ Κύπριν ἀνιῇ
λεπτὸν ἀποψύχων: τὸ δέ οἱ μέλαν εἴβεται αἷμα
10χιονέας κατὰ σαρκός, ὑπ̓ ὀφρύσι δ̓ ὄμματα ναρκῇ,
καὶ τὸ ῥόδον φεύγει τῶ χείλεος: ἀμφὶ δὲ τήνῳ
θνᾴσκει καὶ τὸ φίλημα, τὸ μήποτε Κύπρις ἀνοίσει.
Κύπριδι μὲν τὸ φίλημα καὶ οὐ ζώοντος ἀρέσκει,
ἀλλ̓ οὐκ οἶδεν Ἄδωνις, νιν θνᾴσκοντ̓ ἐφίλησεν.
15αἰάζω τὸν Ἄδωνιν: ἐπαιάζουσιν Ἔρωτες.
ἄγριον ἄγριον ἕλκος ἔχει κατὰ μηρὸν Ἄδωνις:
μεῖζον δ̓ Κυθέρεια φέρει ποτικάρδιον ἕλκος. [p. 388]
τῆνον μὲν περὶ παῖδα φίλοι κύνες ὠδύραντο
καὶ Νύμφαι κλαίουσιν ὀρειάδες: δ̓ Ἀφροδίτα
20λυσαμένα πλοκαμῖδας ἀνὰ δρυμὼς ἀλάληται
πενθαλέα νήπλεκτος ἀσάνδαλος: αἱ δὲ βάτοι νιν
ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται:
ὀξὺ δὲ κωκύουσα δἰ ἄγκεα μακρὰ φορεῖται
Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
25ἀμφὶ δέ νιν μέλαν αἷμα παῤ ὀμφαλὸν ᾀωρεῖτο,
στήθεα δ̓ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ̓ ὑπὸ μαζοὶ
χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
αἰαῖ τὰν Κυθέρειανἐπαιάζουσιν Ἔρωτες.
ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
30Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις:
κάτθανε δ̓ μορφὰ σὺν Ἀδώνιδι. ‘τὰν Κύπριν αἰαῖ
ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύεςαἲ τὸν Ἄδωνιν.’
καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
35ἄνθεα δ̓ ἐξ ὀδύνας ἐρυθαίνεται: δὲ Κυθήρα
πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.’
Ἀχὼ δ̓ ἀντεβόασενἀπώλετο καλὸς Ἄδωνις.’
Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
40ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
πάχεας ἀμπετάσασα κινύρετο: ‘μεῖνον Ἄδωνι,
δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
45ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ̓ αὖ πύματόν με φίλησον,
τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα, [p. 390]
ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
50ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, δὲ τάλαινα
ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν: ἐσσὶ γὰρ αὐτὰ
55πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ:
ἐμμὶ δ̓ ἐγὼ πανάποτμος, ἔχω δ̓ ἀκόρεστον ἀνίαν,
καὶ κλαίω τὸν Ἄδωνιν, μοι θάνε, καί σε φοβεῦμαι.
θνᾴσκεις τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
χήρα δ̓ Κυθέρεια, κενοὶ δ̓ ἀνὰ δώματ̓ Ἔρωτες.
60σοὶ δ̓ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
ὧδ̓ ὀλοφύρατο Κύπρις: ἐπαιάζουσιν Ἔρωτες
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.’
δάκρυον Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
65αἷμα χέει: τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
μηκέτ̓ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα:
70λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις. [p. 392]
καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
παγχρυσέῳ κλιντῆρι: ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
75βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι: πάντα σὺν αὐτῷ,
ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν:
ὀλλύσθω μύρα πάντα: τὸ σὸν μύρον ὤλετ̓ Ἄδωνις.
κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν:
80ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
κειράμενοι χαίτας ἐπ̓ Ἀδώνιδι: χὢ μὲν ὀϊστώς,
ὃς δ̓ ἐπὶ τόξον ἔβαλλεν, δὲ πτερόν, ὃς δὲ φαρέτραν:
χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
χρυσείῳ φορέουσιν ὕδωρ, δὲ μηρία λούει,
85ὃς δ̓ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
αἰαῖ τὰν Κυθέρειανἐπαιάζουσιν Ἔρωτες.
ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
καὶ στέφος ἐξεπέτασσε γαμήλιον: οὐκέτι δ̓ Ὑμήν,
Ὑμὴν οὐκέτ̓ ἀείδει ἑὸν μέλος, ἀλλ̓ ἐπαείδει
90αἰαῖκαὶτὸν Ἄδωνινἔτι πλέον Ὑμέναιον.
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
ὤλετο καλὸς Ἄδωνιςἐν ἀλλάλαισι λέγουσαι.
αἰαῖδ̓ ὀξὺ λέγοντι πολὺ πλέον Παιῶνα.
χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσινἌδωνιν,’ [p. 394]
95καί νιν ἐπαείδουσιν: δέ σφισιν οὐχ ὑπακούει:
οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν:
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι. [p. 398]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: