[31δ]
Σωκράτης
κάλλιστ᾽ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστ᾽ ἤδη πρόσεχε.Πρώταρχος
λέγε μόνον.Σωκράτης
λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.Πρώταρχος
πάνυ λέγεις εἰκός.Σωκράτης
πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι᾽ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.