previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

65.

τούτου δὲ τοῦ ἔτους διελθόντος Ἀθήνησι μὲν ἦν ἄρχων Ἴσαρχος, ἐν δὲ τῇ Ῥώμῃ καθειστήκεσαν ὕπατοι Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνάτη καὶ ὀγδοηκοστή, καθ᾽ ἣν ἐνίκα στάδιον Σύμμαχος τὸ δεύτερον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν καταστήσαντες Νικίαν τὸν Νικηράτου, καὶ παραδόντες αὐτῷ τριήρεις μὲν ἑξήκοντα, ὁπλίτας δὲ τρισχιλίους, προσέταξαν πορθῆσαι τοὺς Λακεδαιμονίων συμμάχους. [2] οὗτος δ᾽ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφ᾽ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν: αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης. [3] δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας. ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος Καλλίου. [4] συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν. [5] μετὰ δὲ τὴν μάχην οἱ μεθ᾽ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν: καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον. [6] ἀποβιβάσαντος δ᾽ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν. ἐτελεύτησαν δ᾽ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων. [7] δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο. εὐθὺς δ᾽ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν: αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. [8] μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετ᾽ ἄλλων τινῶν. οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθ᾽ ὁμολογίαν. ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε. [9] καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δ᾽ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας. οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: