previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14.

Διονύσιος δ᾽ τῶν Συρακοσίων τύραννος ἐπειδὴ τὴν πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, τῶν δὲ κατὰ τὴν πόλιν στάσεων ἀπήλλακτο, τὰς ὁμόρους τῶν Χαλκιδέων πόλεις ἔσπευδε προσαγαγέσθαι: [2] αὗται δ᾽ ἦσαν Νάξος, Κατάνη, Λεοντῖνοι. τούτων δ᾽ ἐπεθύμει κυριεῦσαι διὰ τὸ συνορίζειν αὐτὰς τῇ Συρακούσῃ καὶ πολλὰς ἀφορμὰς ἔχειν πρὸς τὴν αὔξησιν τῆς δυναστείας. πρῶτον μὲν οὖν τῇ Αἴτνῃ προσστρατοπεδεύσας παρέλαβε τὸ φρούριον, τῶν φυγάδων οὐκ ὄντων ἀξιομάχων πρὸς τηλικαύτην δύναμιν: [3] μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνους ἀναζεύξας ἐγγὺς τῆς πόλεως κατεστρατοπέδευσε παρὰ τὸν Τηρίαν ποταμόν. καὶ τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν ἐξαπέστειλε κήρυκα πρὸς τοὺς Λεοντίνους, κελεύων παραδοῦναι τὴν πόλιν καὶ νομίζων τῷ φόβῳ καταπλῆξαι τοὺς ἔνδον: [4] οὐ προσεχόντων δὲ τῶν Λεοντίνων, ἀλλὰ πάντα παρεσκευασμένων τὰ πρὸς τὴν πολιορκίαν, Διονύσιος οὐκ ἔχων μηχανήματα τὴν μὲν πολιορκίαν κατὰ τὸ παρὸν ἀπέγνω, τὴν δὲ χώραν ἅπασαν ἐλεηλάτησεν. [5] ἐκεῖθεν δ᾽ ἀνέζευξεν ἐπὶ τοὺς Σικελούς, προσποιούμενος τὸν πρὸς τούτους πόλεμον ἐπαναιρεῖσθαι πρὸς τὸ τοὺς Καταναίους καὶ Ναξίους ῥᾳθυμοτέρους γενέσθαι περὶ τὴν τῆς πόλεως φυλακήν. [6] διατρίβων δὲ περὶ τὴν Ἔνναν Ἀείμηνστον τὸν Ἐνναῖον ἔπεισεν ἐπιθέσθαι τυραννίδι, συνεπιλήψεσθαι τῆς προθέσεως ἐπαγγελλόμενος. [7] κρατήσαντος δ᾽ ἐκείνου τῆς ἐπιβολῆς, καὶ τὸν Διονύσιον οὐκ εἰσαγαγόντος εἰς τὴν πόλιν, διοργισθεὶς μετεβάλετο καὶ τοὺς Ἐνναίους παρεκάλει καταλύειν τὸν τύραννον. ὧν συνδραμόντων εἰς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων καὶ τῆς ἐλευθερίας ἀντιποιουμένων, πλήρης ἦν πόλις ταραχῆς. [8] Διονύσιος δὲ πυθόμενος τὴν στάσιν, ἀνέλαβε τοὺς ψιλοὺς καὶ ταχέως διά τινος ἐρήμου τόπου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ τὸν μὲν Ἀείμνηστον συλλαβὼν παρέδωκε τοῖς Ἐνναίοις πρὸς τὴν τιμωρίαν, αὐτοὺς δ᾽ οὐδὲν ἀδικήσας ἀπῆλθεν ἐκ τῆς πόλεως. τοῦτο δ᾽ ἔπραξεν οὐχ οὕτως τοῦ δικαίου φροντίζων, ὡς βουλόμενος προτρέψασθαι τὰς ἄλλας πόλεις αὐτῷ πιστεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: