previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

81. πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρ᾽ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας. [2] τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δ᾽ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδ᾽ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους. [3] οἱ δ᾽ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπ᾽ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν. [4] αὐτοὶ δ᾽ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας: ὑπακούσεσθαι δ᾽ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφ᾽ οἷς ἂν δυνατὸν συνθέσθαι τὴν εἰρήνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: