previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

100.

δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο. παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον. [2] ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον. [3] τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν. [4] καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, δ᾽ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος, [5] ἔχων ῥόπαλον σύμμετρον. ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη: μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν. [6] ὡς δ᾽ ἐπῆγον ἀλλήλοις, μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, δ᾽ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν. εἶθ᾽ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, δ᾽ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν. [7] δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν. μέλλοντος δ᾽ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δ᾽ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη. [8] ῥιφέντος δ᾽ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: