previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

78. ὅμως δὲ πολλῶν αὐτῷ μεμψιμοιρούντων τούτους μὲν ταῖς δωρεαῖς ἐθεράπευεν, αὐτὸς δὲ πυθόμενος τὸν Ἀρείας σατράπην Σατιβαρζάνην ἀνῃρηκέναι μὲν τοὺς καταλελειμμένους ὑπ᾽ αὐτοῦ στρατιώτας, συμφρονεῖν δὲ Βήσσῳ καὶ κεκρικέναι μετ᾽ αὐτοῦ διαπολεμεῖν Μακεδόσιν ἐστράτευσεν ἐπ᾽ αὐτόν. δὲ Σατιβαρζάνης τὴν μὲν δύναμιν ἤθροισεν εἰς Χορτάκανα, πόλιν ἐπιφανεστάτην τῶν ἐν τούτοις τοῖς τόποις καὶ φυσικῇ διαφέρουσαν ὀχυρότητι, [2] τοῦ δὲ βασιλέως ἐγγίσαντος κατεπλάγη τό τε μέγεθος τῆς δυνάμεως καὶ τὰς διαβεβοημένας τῶν Μακεδόνων ἀνδραγαθίας. διόπερ αὐτὸς μὲν μετὰ δισχιλίων ἱππέων ἐξίππευσε πρὸς Βῆσσον, παρακαλέσων βοηθεῖν κατὰ τάχος, τοῖς δ᾽ ἄλλοις παρήγγειλε καταφυγεῖν εἰς ὄρος καλούμενον, ἔχον πολλὰς δυσχωρίας καὶ καταφυγὰς εὐθέτους τοῖς μὴ τολμῶσι κατὰ στόμα διακινδυνεύειν. [3] ὧν πραξάντων τὸ παραγγελθὲν βασιλεὺς τῇ συνήθει φιλοτιμίᾳ χρησάμενος καὶ τοὺς καταφυγόντας εἴς τινα πέτραν ὀχυρὰν καὶ μεγάλην πολιορκήσας ἐνεργῶς ἠνάγκασεν ἑαυτοὺς παραδοῦναι. [4] μετὰ δὲ ταῦτα πάσας τὰς κατὰ τὴν σατραπείαν ταύτην πόλεις ἐν τριάκονθ᾽ ἡμέραις κατακτησάμενος προῆγεν ἐκ τῆς Ὑρκανίας καὶ διανύσας εἰς τὰ βασίλεια τῆς Δραγγινῆς ἐνταῦθα διέτριβε καὶ τὴν δύναμιν ἀνελάμβανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: