previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τρόπον: τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατ᾽ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι. [2] ἦν δ᾽ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι: ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν. [3] ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ [p. 410] Μακεδόνες πάντες: ἀναγκαῖον γὰρ ἦν αὐτοῖς πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπ᾽ Ἀντιγόνου τιμωρίας τυχεῖν πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι. [4] τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν. [5] πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο. [6] οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν. διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπ᾽ Ἀντίγονον. οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: