previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους: δόξειν γὰρ αὐτοὺς τετευχέναι [p. 155] συγγνώμης οὐ δι᾽ ἐπιείκειαν, ἀλλὰ δι᾽ ἀδυναμίαν τοῦ κρατῆσαι: ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα, [2] τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον. οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον: οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν. [3] ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι. παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν: ἐν ταύτῃ δ᾽ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων. [4] διόπερ ἀγωνιῶν Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους: συνετέτακτο δ᾽ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν. [5] μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ [p. 156] Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς: δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν, [6] αὐτὸς δὲ μεθ᾽ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην. [7] δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις. ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν: τὴν δ᾽ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν συντεταγμένον [p. 157] ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: