previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία. ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν: καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο. [2] χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα. ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ [p. 115] πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν. [3] κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται διαπολεμοῦντες Ῥωμαίοις ἔτη πλείονα περὶ τῆς ἡγεμονίας Πληστικὴν μὲν φρουρὰν ἔχουσαν Ῥωμαϊκὴν ἐξεπολιόρκησαν, Σωρανοὺς δ᾽ ἔπεισαν κατασφάξαι μὲν τοὺς παρ᾽ αὐτοῖς Ῥωμαίους, συμμαχίαν δὲ πρὸς Σαμνίτας συνθέσθαι. [4] μετὰ δὲ ταῦτα Ῥωμαίων Σατικόλαν πολιορκούντων ἐπεφάνησαν μετὰ δυνάμεως ἁδρᾶς, σπεύδοντες λῦσαι τὴν πολιορκίαν: γενομένης οὖν μάχης ἰσχυρᾶς πολλοὶ μὲν παρ᾽ ἀμφοτέρων ἀνῃρέθησαν, τέλος δὲ ἐπὶ τοῦ προτερήματος ἐγένοντο Ῥωμαῖοι. μετὰ δὲ τὴν μάχην ἐκπολιορκήσαντες τὴν πόλιν ἐπῄεσαν ἀδεῶς τὰ πλησίον πολίσματα καὶ χωρία προσαγόμενοι. [5] τοῦ δὲ πολέμου περὶ τὰς ἐν Ἀπουλίᾳ πόλεις συνεστῶτος οἱ μὲν Σαμνῖται πάντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας καταγράψαντες ἐστρατοπέδευσαν πλησίον τῶν πολεμίων, ὡς περὶ τῶν ὅλων κριθησόμενοι. [6] δὴ πυθόμενος δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν. εἰωθότες δ᾽ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο [p. 116] τότε Κόιντον Φάβιον καὶ μετ᾽ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον. [7] οὗτοι δὲ τὰς δυνάμεις παραλαβόντες παρετάξαντο πρὸς τοὺς Σαμνίτας περὶ τὰς καλουμένας Λαυστόλας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον. τροπῆς δὲ γενομένης καθ᾽ ἅπαν τὸ στρατόπεδον μὲν Αὔλιος καταισχυνθεὶς ἐπὶ τῇ φυγῇ μόνος ὑπέστη τῷ τε πλήθει τῶν πολεμίων, οὐ κρατήσειν ἐλπίζων, ἀλλ᾽ ἀήττητον τὴν πατρίδα τὸ καθ᾽ αὑτὸν μέρος ἀποδεικνύων. [8] οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον: οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις. ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι: [9] διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: