previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ Ναβαταῖοι τοὺς πολεμίους κολάσαντες ἀνδρωδῶς αὐτοὶ μὲν ἐπανῆλθον εἰς τὴν πέτραν τὰ σφέτερα κεκομισμένοι, πρὸς δ᾽ Ἀντίγονον ἐπιστολὴν [p. 150] γράψαντες Συρίοις γράμμασι τῶν μὲν περὶ Ἀθήναιον κατηγόρουν, ὑπὲρ ἑαυτῶν δὲ ἀπελογοῦντο. [2] δ᾽ Ἀντίγονος ἀντέγραψεν αὐτοῖς, προσμαρτυρῶν ὡς δικαίως μὲν ἠμύναντο, τῶν δὲ περὶ Ἀθήναιον κατήγορει, φάσκων παρὰ τὰς δεδομένας ἐντολὰς ὑπ᾽ αὐτοῦ πεποιῆσθαι τὴν ἐπίθεσιν. τοῦτο δ᾽ ἔπραττε κρύπτων τὴν ἑαυτοῦ προαίρεσιν καὶ βουλόμενος ὑπαγαγέσθαι τοὺς βαρβάρους εἰς ῥᾳθυμίαν, ὅπως ἀνελπίστως ἐπιθέμενος κρατήσῃ τῆς ἐπιβολῆς: οὐ γὰρ ῥᾴδιον ἦν ἄνευ δόλου τινὸς ἀνδρῶν περιγενέσθαι νομάδα βίον ἐζηλωκότων καὶ καταφυγὴν ἀπρόσιτον ἐχόντων τὴν ἔρημον. [3] οἱ δ᾽ Ἄραβες περιχαρεῖς μὲν ἦσαν ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι μεγάλων φόβων, οὐ μὴν παντελῶς ἐπίστευόν γε τοῖς Ἀντιγόνου λόγοις, ἀλλὰ τὰς ἐλπίδας ἔχοντες ἀμφιδοξουμένας σκοποὺς μὲν κατέστησαν ἐπὶ τῶν λόφων, ἀφ᾽ ὧν ἦν ῥᾴδιον συνορᾶν πόρρωθεν τὰς εἰς τὴν Ἀραβίαν ἐμβολάς, αὐτοὶ δὲ συνταξάμενοι τὰ περὶ ἑαυτοὺς προσηκόντως ἐκαραδόκουν τὸ ἀποβησόμενον. [4] δ᾽ Ἀντίγονος φιλοποιησάμενος χρόνον τινὰ τοὺς βαρβάρους καὶ νομίσας αὐτοὺς ἐξηπατημένους παραδεδωκέναι τὸν καθ᾽ αὑτῶν καιρόν, ἐξέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως πεζοὺς μὲν ψιλοὺς καὶ πρὸς δρόμον εὖ πεφυκότας τετρακισχιλίους, ἱππεῖς δὲ πλείους τῶν τετρακισχιλίων καὶ τούτοις μὲν παρήγγειλε φέρειν ἄπυρα σῖτα πλειόνων ἡμερῶν, Δημήτριον δὲ τὸν υἱὸν καταστήσας ἡγεμόνα πρώτης φυλακῆς ἐξέπεμψε, προστάξας κολάσαι τοὺς Ἄραβας καθ᾽ ὃν ἂν δύνηται τρόπον. οὗτος μὲν οὖν ἐφ᾽ ἡμέρας τρεῖς ἀνοδίᾳ πορευόμενος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: