previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης. κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδ᾽ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα. [2] ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, Ἀγαθοκλῆς [p. 318] βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δ᾽ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν. πνεύματος δ᾽ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι. [3] διόπερ ἔδοξε πολλοῖς μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρ᾽ αὐτοῦ τιμωρίαν, δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα: τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν. [4] οὐ μὴν ἀλλ᾽ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον: ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους. [5] Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ: τῶν δ᾽ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα [p. 319] πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. δὲ δῆμος Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), MARRUCI´NI
    • Dictionary of Greek and Roman Geography (1854), MARSI
    • Dictionary of Greek and Roman Geography (1854), PELIGNI
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: