previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτου δὲ περὶ ταῦτ᾽ ὄντος Δεινοκράτης τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς [p. 258] ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν: [2] οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δ᾽ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ, [3] προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην. τοῦ δ᾽ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην. ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα. [4] Ἀρχάγαθος γὰρ καταλειφθεὶς ὑπ᾽ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος. οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων. [5] εἶθ᾽ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, [p. 259] τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι. [6] τρίτην δ᾽ εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν, ἑξῆς δὲ τὴν ὀνομαζομένην ἄκραν Ἵππου τὴν ὁμώνυμον τῇ χειρωθείσῃ κατὰ κράτος ὑπ᾽ Ἀγαθοκλέους καὶ τελευταίαν τὴν προσαγορευομένην Ἀκρίδα πόλιν αὐτόνομον, ἣν ἐξανδραποδισάμενος ἐξέδωκετοῖς στρατιώταις διαρπάσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: