previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διόπερ χρόνου γενομένου πλείονος οἱ μὲν περὶ τὸν Πτολεμαῖον πυθόμενοι τὸν κατάπλουν τῶν πολεμίων ἧκον ὀξέως βοηθήσοντες καὶ τὴν δύναμιν διασκευάσαντες ἔστησαν παρὰ τὸν αἰγιαλόν: δὲ Δημήτριος ἀποτυχὼν καὶ ταύτης τῆς ἐκβάσεως καὶ τὴν συνάπτουσαν παραλίαν ἀκούων ἕλεσι καὶ λίμναις ὠχυρῶσθαι φυσικῶς ἐπαλινδρόμει παντὶ τῷ στόλῳ. [2] εἶτ᾽ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου [p. 283] τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δ᾽ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν. [3] τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο: [4] γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι. [5] διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθ᾽ ὃν ἂν χρόνον ἐλάχιστος Νεῖλος εἶναι δόξῃ. [6] πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην [p. 284] ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς. [7] καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: