previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπ᾽ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος: σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν. [2] καθ᾽ ὃν δὴ χρόνον Πασίφιλος στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετ᾽ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ [p. 285] τυράννου. [3] δ᾽ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: