previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσειδβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν. [2] γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν συνέβαινεν εἶναι καὶ τὰ βασίλεια: αὕτη δ᾽ ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῇ κατὰ τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε. [p. 178] βασιλεύων δ᾽ αὐτῆς Ὀξυάρτης κατέγραψεν ἅπαντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας, οἳ τὸν ἀριθμὸν ἠθροίσθησαν εἰς τετταράκοντα μυριάδας. [3] ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολάς, εἴασε μέρος τῆς τοῦ Νίνου στρατιᾶς εἰσβαλεῖν: ἐπεὶ δ᾽ ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν. γενομένης δὲ μάχης ἰσχυρᾶς οἱ Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκειμένων ὀρῶν ποιησάμενοι διέφθειραν τῶν πολεμίων εἰς δέκα μυριάδας. [4] μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες. τὰς μὲν οὖν ἄλλας Νίνος ἐχειρώσατο ῥᾳδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῇ παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν. [5] πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνθρωπον. δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν. [6] πρῶτον μὲν οὖν πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο δι᾽ ἧς οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον [p. 179] ἀνήρ ἐστιν γυνή. αὕτη δ᾽ ἦν εὔχρηστος αὐτῇ πρός τε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῷ πράττειν βούλοιτο χρείας, εὐκίνητος οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῇ χάρις ὥσθ᾽ ὕστερον Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ ταῦθ᾽ ὁμοίως Πέρσας. [7] παραγενομένη δ᾽ εἰς τὴν Βακτριανὴν καὶ κατασκεψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παραβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι. [8] διόπερ παραλαβοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας, καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν. οἱ δ᾽ ἔνδον ἐπὶ τῇ καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν. [9] τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως βασιλεὺς θαυμάσας τὴν ἀρετὴν τῆς γυναικὸς τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῷ παραχωρῆσαι, ἐπαγγειλάμενος [p. 180] ἀντὶ ταύτης τῆς χάριτος αὐτῷ συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην. [10] δυσχερῶς δ᾽ αὐτοῦ φέροντος, ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν. δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα περιπεσὼν λύττῃ τινὶ καὶ μανίᾳ, βρόχον ἑαυτῷ περιθεὶς ἀνεκρέμασε. Σεμίραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: