Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
πρῶτον μὲν δή, εἰ δοκεῖ, παραγάγωμεν τὸν πρωταγωνιστὴν τοῦ δράματος, λέγω δὲ τὸν
ποιητὴν τῆς διαβολῆς. οὗτος δὲ δὴ ὡς μὲν οὐκ
[p. 368] ἀγαθὸς ἄνθρωπός ἐστι, πᾶσιν οἶμαι γνώριμον:
οὐδεὶς γὰρ ἂν ἀγαθὸς κακῶν αἴτιος γένοιτο τῷ πλησίον, ἀλλ᾽ ἔστιν ἀγαθῶν ἀνδρῶν ἀφ᾽ ὧν εὖ ποιοῦσιν
αὐτοὶ τοὺς φίλους, οὐκ ἀφ᾽ ὧν τοὺς ἄλλους ἀδικοῦντες αἰτιῶνται καὶ μισεῖσθαι
παρασκευάζουσιν, εὐδοκιμεῖν δόξαν εὐνοίας προσλαβόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.