previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] κατ᾽ ἀντικρὺ δὲ τῶν γυναικῶν πρῶτος Εὔκριτος, εἶτα Ἀρισταίνετος. εἶτα ἐνεδοιάζετο πότερον χρὴ πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα Ἕρμωνα τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνάκοιν καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει. ἀλλὰ Ζηνόθεμις ἔλυσε τὴν ἀπορίαν: εἰ γάρ με, φησίν, Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός, ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουρείου, ἄπειμι ὅλον σοι τὸ συμπόσιον καταλιπών καὶ ἅμα τὸν παῖδα ἐκάλει καὶ ἐξιόντι ἐῴκει. καὶ Ἕρμων, Ἔχε μέν, Ζηνόθεμι, τὰ πρῶτα, ἔφη: ἀτὰρ εἰ καὶ μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας. ἐγέλασα, δ᾽ ὃς Ζηνόθεμις, Ἐπικούρειον ἱερέα, καὶ ἅμα λέγων κατεκλίνετο καὶ μετ᾽ αὐτὸν ὅμως Ἕρμων, εἶτα Κλεόδημος Περιπατητικός, εἶτα Ἴων καὶ ὑπ᾽ ἐκεῖνον νυμφίος, εἶτ᾽ ἐγὼ καὶ παρ᾽ ἐμὲ Δίφιλος καὶ ὑπ᾽ αὐτῷ Ζήνων μαθητής, εἶτα ῥήτωρ Διονυσόδωρος καὶ γραμματικὸς Ἱστιαῖος. [p. 422]

Φίλων
βαβαί, Λυκῖνε,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: