Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἐπὶ τούτοις Ἀντίγονος ὁ ἰατρὸς εἶπε, ‘κἀμοί,
ὦ Εὔκρατες, Ἱπποκράτης ἐστὶ χαλκοῦς ὅσον πηχυαῖος τὸ μέγεθος: οὗτος ἐπειδὰν μόνον ἡ
θρυαλλὶς ἀποσβῇ, περίεισιν τὴν οἰκίαν ὅλην ἐν κύκλῳ ψοφῶν καὶ τὰς πυξίδας ἀνατρέπων καὶ τὰ φάρμακα συγχέων καὶ τὴν θυίαν περιτρέπων, καὶ μάλιστα ἐπειδὰν τὴν θυσίαν ὑπερβαλώμεθα, ἣν κατὰ τὸ ἔτος ἕκαστον αὐτῷ θύομεν.’
‘ ἀξιοῖ γάρ,’ ἦν δ᾽ ἐγώ, ‘ καὶ ὁ Ἱπποκράτης ἤδη ὁ ἰατρὸς θύεσθαι αὑτῷ, καὶ ἀγανακτεῖ ἢν μὴ κατὰ καιρὸν
ἐφ᾽ ἱερῶν τελείων ἑστιαθῇ; ὃν ἔδει ἀγαπᾶν, εἴ τις ἐναγίσειεν αὐτῷ ἢ μελίκρατον ἐπισπείσειεν ἢ
στεφανώσειε τὴν στήλην.’
‘^
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.