previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] εἰπέ μοι, Μένιππε, οἱ δὲ τοὺς πολυτελεῖς τούτους καὶ ὑψηλοὺς τάφους ἔχοντες ὑπὲρ γῆς καὶ στήλας καὶ εἰκόνας καὶ ἐπιγράμματα οὐδὲν τιμιώτεροι παρ᾽ αὐτοῖς εἰσι τῶν ἰδιωτῶν νεκρῶν ;

Μένιππος
ληρεῖς, οὗτος: εἰ γοῦν ἐθεάσω τὸν Μαύσωλον αὐτόν, — λέγω δὲ τὸν Κᾶρα, τὸν ἐκ τοῦ τάφου περιβόητονεὖ οἶδα ὅτι οὐκ ἂν ἐπαύσω γελῶν, οὕτω ταπεινὸς ἔρριπτο ἐν παραβύστῳ που [p. 102] λανθάνων ἐν τῷ λοιπῷ δήμῳ τῶν νεκρῶν, ἐμοὶ δοκεῖν, τοσοῦτον ἀπολαύων τοῦ μνήματος, παρ᾽ ὅσον ἐβαρύνετο τηλικοῦτον ἄχθος ἐπικείμενος: ἐπειδὰν γάρ,. ἑταῖρε, Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον, — δίδωσι δὲ τὸ μέγιστον οὐ πλέον ποδὸςἀνάγκη ἀγαπῶντα κατακεῖσθαι πρὸς τὸ μέτρον συνεσταλμένον. πολλῷ δ᾽ ἂν οἶμαι μᾶλλον ἐγέλασας, εἰ ἐθεάσω τοὺς παρ᾽ ἡμῖν βασιλέας καὶ σατράπας πτωχεύοντας παρ᾽ αὐτοῖς καὶ ἤτοι ταριχοπωλοῦντας ὑπ᾽ ἀπορίας τὰ πρῶτα διδάσκοντας γράμματα καὶ ὑπὸ τοῦ τυχόντος ὑβριζομένους καὶ κατὰ κόρρης παιομένους ὥσπερ τῶν ἀνδραπόδων τὰ ἀτιμότατα. Φίλιππον γοῦν τὸν Μακεδόνα ἐγὼ θεασάμενος οὐδὲ κρατεῖν ἐμαυτοῦ δυνατὸς ἦν ἐδείχθη δέ μοι ἐν γωνίᾳ τινὶ μισθοῦ ἀκούμενος τὰ σαθρὰ τῶν ὑποδημάτων. πολλοὺς δὲ καὶ ἄλλους ἦν ἰδεῖν ἐν ταῖς τριόδοις μεταιτοῦντας, Ξέρξας λέγω καὶ Δαρείους καὶ Πολυκράτας.

Φίλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: