[3]
ἐθέλω γοῦν ὑμῖν καὶ τὸ τοῦ γραφέως
διηγήσασθαι: ὁ Ζεῦξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος
[p. 396]
τὰ δημώδη καὶ τὰ κοινὰ ταῦτα οὐκ ἔγραφεν, ἢ ὅσα
πάνυ ὀλίγα, ἥρωας ἢ θεοὺς ἢ πολέμους, ἀεὶ δὲ καινοποιεῖν
ἐπειρᾶτο καὶ τι ἀλλόκοτον ἂν καὶ ξένον ἐπινοήσας
ἐπ᾽ ἐκείνῳ τὴν ἀκρίβειαν τῆς τέχνης ἐπεδείκνυτο: ἐν δὲ
τοῖς ἄλλοις τολμήμασι καὶ θήλειαν Ἱπποκένταυρον ὁ
Ζεῦξις ἐποίησεν, ἀνατρέφουσάν γε προσέτι παιδίω Ἱπποκενταύρω
διδύμω κομιδῇ νηπίω. τῆς εἰκόνος ταύτης
ἀντίγραφός ἐστι νῦν Ἀθήνησι πρὸς αὐτὴν ἐκείνην ἀκριβεῖ
τῇ στάθμῃ μετενηνεγμένη: τὸ ἀρχέτυπον δ᾽ αὐτὸ
Σύλλας ὁ Ῥωμαίων στρατηγὸς ἐλέγετο μετὰ τῶν ἄλλων
εἰς Ἰταλίαν πεπομφέναι, εἶτα περὶ Μαλέαν, οἶμαι, καταδύσης
τῆς ὁλκάδος, ἀπολέσθαι ἅπαντα καὶ τὴν γραφήν.
πλὴν ἀλλὰ τήν γε εἰκόνα τῆς εἰκόνος εἶδον, καὶ αὐτὸς
ὑμῖν, ὡς ἂν οἷός τε ὦ, δείξω τῷ λόγῳ, οὐ μὰ τὸν Δία
γραφικός τις ὤν, ἀλλὰ πάνυ μέμνημαι οὐ πρὸ πολλοῦ
ἰδὼν ἔν τινος τῶν γραφέων Ἀθήνησι: καὶ τὸ ὑπερθαυμάσαι
τότε τὴν τέχνην τάχ᾽ ἄν μοι καὶ νῦν πρὸς τὸ σαφέστερον
δηλῶσαι συναγωνίσαιτο.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.