previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49] αὐτὸς ἂν εἰδείης ἄμεινον: ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι.

Λυκῖνος
τί οὖν ἂν πάθοι τις, Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα, ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;

Ἑρμότιμος
ναί.

Λυκῖνος
πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν: πρὶν δὲ ρὕτω ποιῆσαι, ἐν σκότῳ, φασίν, ὀρχοίμεθ᾽ ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτ᾽ εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ζητοῦμεν: [p. 368] πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: