previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[44] καὶ ταῦτα πάντα ἔχειν μὴ ὀλιγοχρόνιον ὄντα
μηδὲ κατὰ μέτρον ζῶντα τῆς ἀνθρωπίνης βιοτῆς, ἀλλ᾽ ἔτη
χίλια νέον ἐκ νέου γιγνόμενον διαβιῶναι ἀμφὶ τὰ ἑπτακαίδεκα
ἔτη ἀεὶ ἀποδυόμενον τὸ γῆρας ὥσπερ οἱ ὄφεις:
οὐδὲν γὰρ δεήσει με ταῦτα ἔχοντα: πάντα γὰρ ἐμὰ ἦν ἂν
τὰ τῶν ἄλλων, ἐς ὅσον ἀνοίγειν τε τὰς θύρας ἐδυνάμην
καὶ κοιμίζειν τοὺς φύλακας καὶ ἀθέατος εἶναι εἰσιών. εἰ δέ
τι ἐν Ἰνδοῖς Ὑπερβορέοις θέαμα παράδοξον κτῆμα
τίμιον ὅσα ἐμφαγεῖν πιεῖν ἡδέα, οὐ μεταστειλάμενος,
ἀλλ᾽ αὐτὸς ἐπιπετόμενος ἀπέλαυον ἁπάντων ἐς κόρον:
καὶ ἐπεὶ γρὺψ ὑπόπτερον θηρίον φοῖνιξ ὄρνεον ἐν Ἰνδοῖς
ἀθέατον τοῖς ἄλλοις, ἐγὼ δὲ καὶ τοῦτο ἑώρων ἄν,
καὶ τὰς πηγὰς δὲ τὰς Νείλου μόνος ἂν ἠπιστάμην καὶ ὅσον
τῆς γῆς ἀοίκητον, καὶ εἴ τινες ἀντίποδες ἡμῖν οἰκοῦσι τὸ
νότιον τῆς γῇς ἡμίτομον ἔχοντες. ἔτι δὲ καὶ ἀστέρων φύσιν
καὶ σελήνης καὶ αὐτοῦ ἡλίου ῥᾳδίως ἔγνων ἂν ἀπαθὴς
ὢν τῷ πυρί, καὶ τὸ πάντων ἥδιστον, αὐθημερὸν
ἀγγεῖλαι ἐς Βαβυλῶνα, τίς ἐνίκησεν Ὀλύμπια, καὶ ἀριστήσαντα,
εἰ τύχοι, ἐν Συρίᾳ δειπνῆσαι ἐν Ἰταλίᾳ. εἰ δέ [p. 233]
τις ἐχθρὸς εἴη, ἀμύνασθαι καὶ τοῦτον ἐκ τοῦ ἀφανοῦς
πέτρον ἐμβαλόντα τῇ κεφαλῇ, ὡς ἐπιτετρῖφθαι τὸ κρανίον,
τούς τε αὖ φίλους εὖ ποιεῖν ἐπιχέαντα κοιμωμένοις
αὐτοῖς τὸ χρυσίον: καὶ μὴν εἴ τις ὑπερόπτης εἴη τύραννος
πλούσιος ὑβριστής, ἀράμενος αὐτὸν ὅσον ἐπὶ
σταδίους εἴκοσιν ἀφῆκα φέρεσθαι κατὰ τῶν κρημνῶν.
τοῖς παιδικοῖς δὲ ἀκωλύτως ὁμιλεῖν ἂν ἐξῆν εἰσιόντα
ἀθέατον κοιμίσαντα ἅπαντας ἄνευ ἐκείνων μόνων. οἷον
δὲ κἀκεῖνο ἦν, τοὺς πολεμοῦντας ἐπισκοπεῖν ἔξω βέλους
ὑπεραιωρούμενον; καὶ εἰ δόξειέ μοι, προσθέμενος ἂν τοῖς
ἡττημένοις κοιμίσας τοὺς κρατοῦντας νικᾶν παρεῖχον τοῖς
φεύγουσιν ἀναστρέψασιν ἀπὸ τῆς τροπῆς. καὶ τὸ ὅλον,
παιδιὰν ἐποιούμην ἂν τὸν τῶν ἀνθρώπων βίον καὶ πάντα
ἐμὰ ἦν καὶ θεὸς ἐδόκουν τοῖς ἄλλοις. τοῦτο ἄκρα εὐδαιμονία
ἐστὶ μήτε ἀπολέσθαι μήτε ἐπιβουλευθῆναι δυναμένη,
καὶ μάλιστα μεθ᾽ ὑγιείας ἐν μακρῷ τῷ βίῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: