[4]
ἀλλ᾽ οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτημάτων
καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν,
ἐς δὲ τὸ χρυσίον πάντες ἔβλεπον.
Διογένης
εἰκότως: οὐ γὰρ εἶχον ἔνθα ἂν δέξαιντο τὰ
τοιαῦτα παρ᾽ ἡμῶν διερρυηκότες ὑπὸ τρυφῆς, καθάπερ
τὰ σαπρὰ τῶν βαλαντίων: ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις
ἐς αὐτοὺς ἢ σοφίαν ἢ παρρησίαν ἢ ἀλήθεια, ἐξέπιπτεν
εὐθὺς καὶ διέρρει, τοῦ πυθμένος στέγειν οὐ δυναμένου,
οἷόν τι πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς
τὸν τετρημένον πίθον ἐπαντλοῦσαι: τὸ δὲ χρυσίον ὀδοῦσι
καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον.
Κράτης
οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν
πλοῦτον, οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες καὶ τοῦτον ἄχρι τοῦ πορθμέως.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.