[2]
οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ
ἀληθῶς κατεφρόνει τοῦ πράγματος;
Κέρβερος
οὔκ, ἀλλ᾽ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα,
κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως
ἔδει παθεῖν, ὡς θαυμάσωνται οἱ θεαταί. καὶ ὅλως περὶ
πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι, ἕως τοῦ στομίου
τολμηροὶ καὶ ἀνδρεῖοι, τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.
Μένιππος
ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;
Κέρβερος
μόνος, ὦ Μένιππε, ἀξίως τοῦ γένους, καὶ
Διογένης πρὸ σοῦ, ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ᾽
ὠθούμενοι, ἀλλ᾽ ἐθελούσιοι, γελῶντες, οἰμώζειν παραγγείλαντες ἅπασιν.
[p. 176]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.