previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τί οὐ πίνομεν, Παννυχί;

Παννυχίς
ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.

Πολέμων
οὗτος οὖν τίς ἐστιν προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε, Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καί σοι χάριν ἔχω: οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.

Φιλόστρατος
σὺ δὲ τίς εἶ, βέλτιστε;

Πολέμων
ὅτι Πολέμων Στειριεὺς Πανδιονίδος φυγῆς, ἀκούεις; χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.

Φιλόστρατος
ἀλλὰ τὰ νῦν σοι, ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, [p. 304] ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, Παννυχί, τοῦτον δὲ παρ᾽ Ὀδρύσαις χιλιαρχεῖν ἔα.

Δορκάς
ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.

Παννυχίς
τί ποιῶ, Δορκάς;

Δορκάς
εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.

Παννυχίς
εἰ θέλεις, εἰσίωμεν.

Πολέμων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: