previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλέξανδρος δέ, ὡς τὰ ἐν Σογδιανοῖς αὐτῷ διεπέπρακτο, ἐχομένης ἤδη καὶ τῆς πέτρας ἐς Παρειτάκας προὐχώρει, ὅτι καὶ ἐν Παρειτάκαις χωρίον τι ὀχυρόν, ἄλλην πέτραν, κατέχειν ἐλέγοντο πολλοὶ τῶν βαρβάρων. ἐκαλεῖτο δὲ αὕτη Χοριήνου πέτρα: καὶ ἐς αὐτὴν αὐτός τε Χοριήνης ξυμπεφεύγει καὶ ἄλλοι τῶν ὑπάρχων οὐκ ὀλίγοι. [2] ἦν δὲ τὸ μὲν ὕψος τῆς πέτρας ἐς σταδίους εἴκοσι, κύκλος δὲ ἐς ἑξήκοντα: αὐτὴ δὲ ἀπότομος πάντοθεν, ἄνοδος δὲ ἐς αὐτὴν μία καὶ αὐτὴ στενή τε καὶ οὐκ εὔπορος, οἷα δὴ παρὰ τὴν φύσιν τοῦ χωρίου πεποιημένη, ὡς χαλεπὴ εἶναι καὶ μηδενὸς εἴργοντος καὶ καθ᾽ ἕνα ἀνελθεῖν, φάραγξ τε κύκλῳ περιεῖργε τὴν πέτραν βαθεῖα, ὥστε ὅστις προσάξειν στρατιὰν τῇ πέτρᾳ ἔμελλε, πολὺ πρόσθεν αὐτῷ τὴν [p. 181] φάραγγα εἶναι χωστέον, ὡς ἐξ ὁμαλοῦ ὁρμᾶσθαι προσάγοντα ἐς προσβολὴν τὸν στρατόν. ἀλλὰ καὶ ὣς Ἀλέξανδρος ἥπτετο τοῦ ἔργου: [3] οὕτως πάντα ᾤετο χρῆναι βατά τε αὑτῷ καὶ ἐξαιρετέα εἶναι, ἐς τοσόνδε τόλμης τε καὶ εὐτυχίας προκεχωρήκει. τέμνων δὴ τὰς ἐλάτας ῾πολλαὶ γὰρ καὶ ὑπερύψηλοι ἐλάται ἦσαν ἐν κύκλῳ τοῦ ὄρουσ᾽ κλίμακας ἐκ τούτων ἐποίει, ὡς κάθοδον εἶναι ἐς τὴν φάραγγα τῇ στρατιᾷ: οὐ γὰρ ἦν ἄλλως κατελθεῖν ἐς αὐτήν. [4] καὶ τὰς μὲν ἡμέρας αὐτὸς Ἀλέξανδρος ἐφειστήκει τῷ ἔργῳ τὸ ἥμισυ τοῦ στρατοῦ ἔχων ἐργαζόμενον, τὰς δὲ νύκτας ἐν μέρει οἱ σωματοφύλακες αὐτῷ εἰργάζοντο, Περδίκκας τε καὶ Λεοννάτος καὶ Πτολεμαῖος Λάγου, τῷ λοιπῷ μέρει τῆς στρατιᾶς τριχῇ διανενεμημένῳ, ὅπερ αὐτῷ ἐς τὴν νύκτα ἀπετέτακτο. ἤνυτον δὲ τῆς ἡμέρας οὐ πλέον ἤπερ εἴκοσι πήχεις καὶ τῆς νυκτὸς ὀλίγον ἀποδέον, καίτοι ξυμπάσης τῆς στρατιᾶς ἐργαζομένης: οὕτω τό τε χωρίον ἄπορον ἦν καὶ τὸ ἔργον ἐν αὐτῷ χαλεπόν. [5] κατιόντες δ᾽ ἐς τὴν φάραγγα πασσάλους κατεπήγνυον ἐς τὸ ὀξύτατον τῆς φάραγγος, διέχοντας ἀλλήλων ὅσον ξύμμετρον πρὸς ἰσχύν τε καὶ ξυνοχὴν τῶν ἐπιβαλλομένων. ἐπέβαλλον δὲ πλέγματα ἐκ λύγων εἰς γεφύρας μάλιστα ἰδέαν, καὶ ταῦτα ξυνδοῦντες χοῦν ἄνωθεν ἐπεφόρουν, ὡς ἐξ ὁμαλοῦ γίγνεσθαι τῇ στρατιᾷ τὴν πρόσοδον τὴν πρὸς τὴν πέτραν. [6] οἱ δὲ βάρβαροι τὰ μὲν πρῶτα κατεφρόνουν ὡς ἀπόρου πάντῃ τοῦ ἐγχειρήματος: ὡς δὲ τοξεύματα ἤδη ἐς τὴν πέτραν ἐξικνεῖτο καὶ αὐτοὶ ἀδύνατοι ἦσαν ἄνωθεν ἐξείργειν τοὺς Μακεδόνας ῾ἐπεποίητο γὰρ αὐτοῖς προκαλύμματα πρὸς τὰ βέλη, ὡς ὑπ᾽ αὐτοῖς ἀβλαβῶς ἐργάζεσθαἰ ἐκπλαγεὶς Χοριήνης πρὸς τὰ [p. 182] γιγνόμενα κήρυκα πέμπει πρὸς Ἀλέξανδρον, δεόμενος Ὀξυάρτην οἱ ἀναπἐμψαι. καὶ πέμπει Ὀξυάρτην Ἀλέξανδρος. [7] δὲ ἀφικόμενος πείθει Χοριήνην ἐπιτρέψαι Ἀλεξάνδρῳ αὑτόν τε καὶ τὸ χωρίον. βίᾳ μὲν γὰρ οὐδὲν τι οὐχ ἁλωτὸν εἶναι Ἀλεξάνδρῳ καὶ τῇ στρατιᾷ τῇ ἐκείνου, ἐς πίστιν δὲ ἐλθόντος καὶ φιλίαν, τὴν πίστιν τε καὶ δικαιότητα μεγαλωστὶ ἐπῄνει τοῦ βασιλέως, τά τε ἄλλα καὶ τὸ αὑτοῦ ἐν πρώτοις ἐς βεβαίωσιν τοῦ λόγου προφέρων. [8] τούτοις πεισθεὶς Χοριήνης αὐτός τε ἧκε παρ᾽ Ἀλέξανδρον καὶ τῶν οἰκείων τινὲς καὶ ἑταίρων αὐτοῦ. ἐλθόντι δὲ τῷ Χοριήνῃ φιλάνθρωπά τε ἀποκρινάμενος καὶ πίστιν ἐς φιλίαν δοὺς αὐτὸν μὲν κατέχει, πέμψαι δὲ κελεύει τῶν συγκατελθόντων τινὰς αὐτῷ ἐς τὴν πέτραν τοὺς κελεύσοντας ἐνδοῦναι τὸ χωρίον. [9] καὶ ἐνδίδοται ὑπὸ τῶν ξυμπεφευγότων, ὥστε καὶ αὐτὸς Ἀλέξανδρος ἀναλαβὼν τῶν ὑπασπιστῶν ἐς πεντακοσίους ἀνέβη κατὰ θέαν τῆς πέτρας, καὶ τοσούτου ἐδέησεν ἀνεπιεικές τι ἐς τὸν Χοριήνην ἔργον ἀποδείξασθαι, ὥστε καὶ αὐτὸ τὸ χωρίον ἐκεῖνο ἐπιτρέπει Χοριήνῃ καὶ ὕπαρχον εἶναι ὅσωνπερ καὶ πρόσθεν ἔδωκεν. [10] ξυνέβη δὲ χειμῶνί τε κακοπαθῆσαι αὐτῷ τὴν στρατιὰν πολλῆς χιόνος ἐπιπεσούσης ἐν τῇ πολιορκίᾳ καὶ ἅμα ἀπορίᾳ τῶν ἐπιτηδείων ἐπιέσθησαν. ἀλλὰ Χοριήνης ἐς δίμηνον σιτία ἔφη δώσειν τῇ στρατιᾷ καὶ ἔδωκεν σῖτόν τε καὶ οἶνον τῶν ἐν τῇ πέτρᾳ ἀποθέτων κρέα τε ταριχηρὰ κατὰ σκηνήν. καὶ ταῦτα δοὺς οὐκ ἔφασκεν ἀναλῶσαι τῶν παρεσκευασμένων ἐς τὴν πολιορκίαν οὐδὲ τὴν δεκάτην μοῖραν. ἔνθεν ἐν τιμῇ μᾶλλον τῷ Ἀλεξάνδρῳ ἦν ὡς οὐ πρὸς βίαν μᾶλλον κατὰ γνώμην ἐνδοὺς τὴν πέτραν. [p. 183]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: