previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ [p. 156] τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν, καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα; ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ τε καὶ τῆς ἄλλης ἁπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστ᾽ ἄλλως εἰπεῖν. εἰ γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος τῶν λόγων γνώριμος ἦν, ἀλλ᾽ ἀνεπιγράφοις περιετύχομεν αὐτοῖς, οὐ πολλοὺς ἂν ἡμῶν οἴομαι διαγνῶναι ῥᾳδίως, πότερος Δημοσθένους ἐστὶν Λυσίου: τοσαύτην σαύτην οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι. τοιοῦτός ἐστι καὶ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος καὶ κατ᾽ Ὀλυμπιοδώρου τῆς βλάβης καὶ πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος τε πρὸς Εὐβουλίδην ἔφεσις καὶ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς γνώσῃ, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον δ᾽ ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων [p. 157] ἔμελλε τοῦ μετρίου γενήσεσθαι λόγος. ἐν οἷς δῆλός ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς ἐπιθέτους κατασκευὰς οὐ μᾶλλον ἐσπουδακὼς περὶ τὴν ἀκρίβειαν. δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, τὴν ἀρχὴν τήνδε ἔχων: “ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶταιὅλος ἐστὶν ἀκριβὴς καὶ λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς ὄνυχα, ἐξαλλαγῆς δὲ σεμνολογίας δεινότητος τῶν ἄλλων τινός, τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν ἐστι κἀν τούτοις διαφορά; καὶ πῶς ἂν διαγνοίη τις, ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα Δημοσθένης, πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην καὶ πρότερον, προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δ᾽ εἰς τοὺς ἀποδεικτικοὺς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται: τόνος γὰρ οὐ πολὺς αὐτῇ πρόσεστιν οὐδ᾽ ἰσχύς. [p. 158] παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν τόνος, αὐτάρκης δ᾽ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα δεύτερον, διαγνοίη τις ἂν τὴν Δημοσθένους διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ μέγεθος καὶ τὸν τόνον, ἀλλ᾽ ἔστιν αὐτῆς ἀναφαίρετος οὗτος εἴτ᾽ ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν. ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. καὶ ταῦτ᾽ ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα παραδειγμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: