previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐξ ὧν δ᾽ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα καὶ τὰ κράτιστα, μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα, ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸν πίνον καὶ τὰ τούτοις ὅμοια. ταυτὶ γάρ μοι δοκεῖ κυριώτατα εἶναι καὶ ὥσπερ κεφάλαια τῶν ἄλλων ἐν ἑκατέρῳ. ὧν μὲν οὖν στοχάζονται πάντες οἱ σπουδῇ γράφοντες μέτρον μέλος τὴν λεγομένην πεζὴν [p. 38] λέξιν, ταῦτ᾽ ἐστὶ καὶ οὐκ οἶδ᾽ εἴ τι παρὰ ταῦθ᾽ ἕτερον: οἱ δὲ πρωτεύσαντες ἐν ἑτέρῳ τινὶ τούτων καὶ ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες: παραδείγματα δὲ αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ περὶ ταῦτα κατατρίψω τὸν λόγον: καὶ ἅμα εἴ τι λεχθῆναι περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτ᾽ εἰρῆσθαι περὶ αὐτῶν ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην τῆς θ᾽ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθ᾽ ὁδόν, ὥς φασι, χωρῇ λόγος.

ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν, ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς πάθεσιν ὁμολογουμένην: τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ᾽ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται, ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δ᾽ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις [p. 39] ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας μὴ πιέσας τὸ στόμα θρυλιγμὸν τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. καίτοι γ᾽ εἴ τις κελεύσειε τὸν ἰδιώτην τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων, αὐτὸν ποιῆσαι λαβόντα τὰ ὄργανα, οὐκ ἂν δύναιτο. τί δή ποτε; ὅτι τοῦτο μὲν ἐπιστήμης ἐστίν, ἧς οὐ πάντες μετειλήφαμεν, ἐκεῖνο δὲ πάθος πᾶσιν ἀπέδωκεν φύσις. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῶν ῥυθμῶν γινόμενον ἐθεασάμην, ἅμα πάντας ἀγανακτοῦντας καὶ δυσαρεστουμένους, ὅτε τις κροῦσιν κίνησιν μορφὴν ἐν ἀσυμμέτροις ποιήσαιτο χρόνοις καὶ τοὺς ῥυθμοὺς ἀφανίσειεν. καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπ᾽ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν οὐδ᾽ ὑπὸ πάντων ὁμοίως διακούοννται: ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ πάντας ἡμᾶς [p. 40] κατορθούμενα καὶ εἰς πολλὴν ὄχλησιν ἄγει διαμαρτανόμενα: τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν τεκμαίρομαι δέ, ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος μὲν ἐν ἅπασι διευστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται. καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι. μουσικὴ γάρ τις ἦν καὶ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδῇ καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ: καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ᾽ ἐπὶ πάντων τὸ οἰκεῖον, δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον.

διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα, καὶ οὔτε ἐπιτείνεται πέρα τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ [p. 41] οὔτ᾽ ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις καθ᾽ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλ᾽ μὲν ἐπὶ τῆς ὀξείας, δ᾽ ἐπὶ τῆς βαρείας, δ᾽ ἐπ᾽ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν: αἳ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ᾽ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος: ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτ᾽ ἂν ὦσιν, τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ᾽ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διὰ τριῶν καὶ τὸν τόνον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς: τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, πεποίηκεν τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν: [p. 42]
σίγα σῖγα, λευκὸν ἴχνος ἀρβύλης


τίθετε, μὴ κτυπεῖτ᾽:
ἀποπρὸ βᾶτ᾽ ἐκεῖσ᾽, ἀποπρό μοι κοίτας.
ἐν γὰρ δὴ τούτοις τὸσίγα σῖγα λευκὸνἐφ᾽ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας. καὶ τὸἀρβύληςτῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας. καὶ τοῦτίθετεβαρυτέρα μὲν πρώτη γίνεται, δύο δ᾽ αἱ μετ᾽ αὐτὴν ὀξύτονοί τε καὶ ὁμόφωνοι. τοῦ τεκτυπεῖτε περισπασμὸς ἠφάνισται: μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει. καὶ τὸἀποπρὸ βᾶτεοὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ᾽ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν τάσις τῆς τρίτης. τὸ δ᾽ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς. μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὐδὲ μετατίθησιν, ἀλλ᾽ οἵας παρείληφεν τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει: δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ [p. 43] παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν: οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς.

δεδειγμένης τῆς διαφορᾶς διαφέρει μουσικὴ λογικῆς λοιπὸν ἂν εἴη κἀκεῖνα λέγειν, ὅτι τὸ μὲν τῆς φωνῆς μέλος, λέγω δὲ οὐ τῆς ᾠδικῆς ἀλλὰ τῆς ψιλῆς, ἐὰν ἡδέως διατιθῇ τὴν ἀκοήν, εὐμελὲς λέγοιτ᾽ ἄν, ἀλλ᾽ οὐκ ἐμμελές: δ᾽ ἐν τοῖς χρόνοις τῶν μορίων συμμετρία σῴζουσα τὸ μελικὸν σχῆμα εὔρυθμος, ἀλλ᾽ οὐκ ἔνρυθμος: πῇ δὲ διαφέρει ταῦτα ἀλλήλων, κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. νυνὶ δὲ τἀκόλουθ᾽ ἀποδοῦναι πειράσομαι, πῶς ἂν γένοιτο λέξις πολιτικὴ παρ᾽ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατά τε τὰ μέλη τῶν φθόγγων καὶ κατὰ τὰς συμμετρίας τῶν ῥυθμῶν καὶ κατὰ τὰς ποικιλίας τῶν μεταβολῶν καὶ κατὰ τὸ πρέπον τοῖς ὑποκειμένοις, ἐπειδὴ ταῦθ᾽ ὑπεθέμην τὰ κεφάλαια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: