previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δαρεῖος

715τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς στάσις πόλει;

Ἄτοσσα

οὐδαμῶς: ἀλλ᾽ ἀμφ᾽ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

Δαρεῖος

τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

Ἄτοσσα

θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

Δαρεῖος

πεζὸς ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;

Ἄτοσσα

720ἀμφότερα: διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

Δαρεῖος

πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

Ἄτοσσα

μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.

Δαρεῖος

καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν:

Ἄτοσσα

ὧδ᾽ ἔχει: γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

Δαρεῖος

725φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

Ἄτοσσα

ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

Δαρεῖος

καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;

Ἄτοσσα

ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

Δαρεῖος

ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

Ἄτοσσα

730πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.

Δαρεῖος

πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

Ἄτοσσα

Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.

Δαρεῖος

μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.

Ἄτοσσα

μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα

Δαρεῖος

735πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

Ἄτοσσα

ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

Δαρεῖος

καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;

Ἄτοσσα

ναί: λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽, οὐδ᾽ ἔνι στάσις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: