previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προμηθεύς

λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.

Ἰώ

κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;

Προμηθεύς

615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.

Ἰώ

οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;

Προμηθεύς

λέγ᾽ ἥντιν᾽ αἰτῇ: πᾶν γὰρ ἂν πύθοιό μου.

Ἰώ

σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.

Προμηθεύς

βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

Ἰώ

620ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;

Προμηθεύς

τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.

Ἰώ

καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.

Προμηθεύς

τὸ μὴ μαθεῖν σοι κρεῖσσον μαθεῖν τάδε.

Ἰώ

625μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.

Προμηθεύς

ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.

Ἰώ

τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;

Προμηθεύς

φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.

Ἰώ

μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.

Προμηθεύς

630ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.

Χορός

μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.

Προμηθεύς

635σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: