previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆς

τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
965ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.

Προμηθεύς

τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.

Ἑρμῆς

κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.

Προμηθεύς

970οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.

Ἑρμῆς

χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.

Προμηθεύς

χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.

Ἑρμῆς

κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;

Προμηθεύς

975ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.

Ἑρμῆς

κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.

Προμηθεύς

νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

Ἑρμῆς

εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

Προμηθεύς
ὤμοι.

Ἑρμῆς

980ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

Προμηθεύς

ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ γηράσκων χρόνος.

Ἑρμῆς

καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.

Προμηθεύς

σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.

Ἑρμῆς

ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

Προμηθεύς

985καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.

Ἑρμῆς

ἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με.

Προμηθεύς

οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος
εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
990προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
995γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

Ἑρμῆς

ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.

Προμηθεύς

ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

Ἑρμῆς

τόλμησον, μάταιε, τόλμησόν ποτε
1000πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,

Προμηθεύς

ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
εἰσελθέτω σε μήποθ᾽ ὡς ἐγὼ Διὸς
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
1005γυναικομίμοις ὑπτιάσμασιν χερῶν
λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: