previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:
Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
425μείζων, κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,
πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, μὴ κραίνοι τύχη:
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη:
χρυσοῖς δὲ φωνεῖ γράμμασινπρήσω πόλιν.’
435τοιῷδε φωτὶ πέμπετίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

Ἐτεοκλής

καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος:
440Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη:
πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
450Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 131
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: