previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

1295 πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

Κασάνδρα

οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.

Χορός

1300 δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,

Κασάνδρα

ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ.

Χορός

ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.

Κασάνδρα

οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

Χορός

ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

Κασάνδρα

1305ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

Χορός

τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;

Κασάνδρα

φεῦ φεῦ.

Χορός

τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

Κασάνδρα

φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,

Χορός

1310καί πῶς;τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.

Κασάνδρα

ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,

Χορός

οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.

Κασάνδρα

ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
1315ἰὼ ξένοι,
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
ἄλλως: θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
1320ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.

Χορός

τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

Κασάνδρα

ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαι
πρὸς ὕστατον φῶςτοῖς ἐμοῖς τιμαόροις
1325ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν
σκιά τις ἂν τρέψειεν: εἰ δὲ δυστυχῇ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1330καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: