next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ode 1
Ἀργεῖῳ Κεῖῳ Παιδί Πύκτῃ Ἴσθμια

κλυτοφόρμιγγες Δ̣[ιὸς ὑ-
ψιμέδοντος παρθένοι
¯˘˘Πι]ε̣ρίδες
¯¯]ενυφαι[˘˘¯¯
5¯˘˘]ο̣υς ἵνα κ[¯
¯¯˘]γαίας Ἰσθμί[ας
¯¯˘, εὐβούλου ν̣[˘¯
¯˘γαμ]βρὸν Νηρέ[ος
!˘!!˘!¯!] νάσοιό τ᾽ ἐϋ-
10!!˘!!˘!!] αν, ἔνθ̣[¯˘¯
... Πέλοπος λιπαρᾶς
νάσου θεόδματοι πύλαι
1 ¯˘¯¯¯˘ὑφ᾽ ἅρ]μ̣ασιν ἵππους
20οἱ δὲ π]έ̣τ̣οντο ![˘¯¯
¯˘¯¯]εσσιν ἀν[δρῶν
¯˘˘¯˘]τον αὐτ[¯
¯˘¯]ἄλλαισιν[¯¯¯˘¯¯
2 ˘˘¯¯¯]ν̣ πυκ[ιν¯
˘˘¯¯]γοὶ κόρ̣[αι
¯˘˘¯]αγορā
50¯¯]ο̣ μελίφρονος ὕπ̣[νου
¯˘˘ἁμετ[έραν
¯¯˘ ἀ̣ρ]χ̣α̣ίαν πόλιν
¯¯˘¯¯]γ̣οιμεν οἴ-
κους ἐπ᾽]ἀ̣νδ̣ήροις ἁλός
55ὑπό τ᾽ α]ὐ̣γαῖς ἀελι̣ο̣υ
3 ... ¯˘˘¯]σαγόραι
¯¯Μα]κ̣ελὼ δὲ τ[˘¯¯
¯˘φιλ]āλάκατος,
75¯¯]δ᾽ ἐπ᾽ εὐναῆ [πόρον
¯¯: προσφώνει τέ νιν
¯˘¯]σαίνουσ᾽ ὀπί:
˘˘¯¯μ]ὲν στέρομαι
˘˘ἀμ]φάκει δύᾳ
80¯˘˘¯π]ενίᾳ
¯¯˘˘¯]!γετ[!] πάμπα[ν
¯˘˘¯˘˘]α̣ς
¯¯˘¯¯¯]ομοι
4 ... ¯ ˘]αφθε[ ¯ ˘ × ¯ ˘ ˘ ¯ ¯
! ! ς: τριτάτᾳ με[˘ ¯ ¯
ἁμέρᾳ Μίνως ἀρ[ῇο]ς
ἤλυθεν αἰολοπρύμνοις
115ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ:
Διὸς εὐκλείου δὲ ϝέκα-
τι βαθύζωνον κόραν
Δεξιθέαν δάμασεν:
καί ϝοι λίπεν ἥμισυ λαῶν,
120ἄνδρας ἀρηϊφίλους,
τοῖσιν πολύκρημνον χθόνα
νείμας ἀποπλέων ᾤχετ᾽ ἐς
Κνωσὸν ἱμερτὰν πόλιν
βασιλεὺς Εὐρωπιάδας:
125δεκάτῳ δ᾽ Εὐξάντιον
μηνὶ τέ]κ᾽ εὐπλόκ[αμος
νύμφα φερ]εκυδέ[ϊ νάσῳ
¯ ˘ ˘ ¯]πρύτα[νιν
δν
... ἄλλα]ξαν θύγατρες
5 πόλ[ιν ¯ ¯ ¯ βαθυδεί-
140ελον: [ἐκ τᾶ]ς μὲν γένος
ἔπλε[το καρτε]ρόχειρ
Ἀργεῖος [˘ ¯ ˘] λέοντος
θυμὸ[ν ἔχων], ὁπότε
χρεῖ[ός τι συμ]βολοῖ μάχας,
145ποσσί[ν τ᾽ ἐλα]φρό[ς, π]ατρίων
τ᾽ οὐκ [ἀπόκλαρος κ]αλῶν,
τόσα Παν[θείδᾳ κλυτό]το-
ξος Ἀπό[λλων ὤπασε]ν,
ἀμφί τ᾽ ἰατορίᾳ
150ξείνων τε φιλάνορι τιμᾷ:
εὖ δὲ λαχὼν Χαρίτων
πολλοῖς τε θαυμασθεὶς βροτᾶν
αἰῶν᾽ ἔλυσεν, πέντε παῖ-
δας μεγαινήτους λιπών.
155τῶν ἕνα ϝοι Κρονίδας
ὑψίζυγος Ἰσθμιόνικον
θῆκεν ἀντ᾽ εὐεργεσιᾶν, λιπαρῶν τ᾽ ἄλ-
λων στεφάνων ἐπίμοιρον.
φαμὶ καὶ φάσω μέγιστον
160κῦδος ἔχειν ἀρετάν, πλοῦ-
τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,
ἐθέλει δ᾽ αὔξειν φρένας ἀν-
δρός: δ᾽ εὖ ἔρδων θεοὺς
ἐλπίδι κυδροτέρᾳ
165σαίνει κέαρ: εἰ δ᾽ ὑγιείας
θνατὸς ἐὼν ἔλαχεν,
ζώειν τ᾽ ἀπ᾽ οἰκείων ἔχει,
πρώτοις ἐρίζει: παντί τοι
τέρψις ἀνθρώπων βίῳ
170ἕπεται νόσφιν γε νόσων
πενίας τ᾽ ἀμαχάνου.
ἶσον τ᾽ ἀφνεὸς ἱ-
μείρει μεγάλων τε μείων
6 παυροτέρων: τὸ δὲ πάν-
175των εὐμαρεῖν οὐδὲν γλυκὺ
θνατοῖσιν, ἀλλ᾽ αἰεὶ τὰ φεύ-
γοντα δίζηνται κιχεῖν.
ὅντινα κουφόταται
θυμὸν δονέουσι μέριμναι,
180ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
μάν: ἀρετὰ δ᾽ ἐπίμοχθος
μέν, τε]λευταθεῖσα δ᾽ ὀρθῶς
ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.

1 2 lines missing at the end of ant. 1, 2 at the beginning of ep. 1.

2 Str., ant. and epode 3 are extremely fragmentary.

3 6 lines at the end of ant. 3 and all of epode 3 are lost.

4 2 lines lost.

5 Column 1

6 Column 2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien, 1991)
hide References (93 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: