Ode 8
Λιπαρίωνι Κεῖῳ
1
Πυθῶνά τε μηλοθύταν2 ὑμνέων Νεμέαν τε καὶ Ἰσθμόν:
γᾷ δ᾽ ἐπισκήπτων χέρα
20κομπάσομαι: σὺν ἀλα-
θείᾳ δὲ πᾶν λάμπει χρέος:
οὔτις ἀνθρώπων κ[αθ᾽ Ἕλλα-
νας ἐν ἅλικι χρόνῳ
παῖς ἐὼν ἀνήρ τε π[λεῦ-
25νας ἐδέξατο νίκας.
ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπ᾽ ἀργυ]ροδίνα
ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλέας
θεοδότους εὐχάς, περὶ κ[ρατί τ᾽ ὄ]πα[σσα]ς
γλαυκὸν Αἰτωλίδος
30ἄνδημ᾽ ἐλαίας
ἐν Πέλοπος Φρυγίου
κλεινοῖς ἀέθλοις.