previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ode 9
Ἀυτομήδει Φλειάσιῳ Πεντάθλῳ Νέμεα

δόξαν, χρυσαλάκατοι Χάριτες,
πεισίμβροτον δοίητ᾽, ἐπεὶ
Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
5Ζηνὸς εὐθαλὲς πέδον
ὑμνεῖν, ὅθι μηλοδαΐκταν
θρέψεν λευκώλενος
Ἥρα περικλειτῶν ἀέθλων
πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
10κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
πρώτιστον Ἀργείων κριτοὶ
ἄθλησαν ἐπ᾽ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
πέφν᾽ ἀωτεύοντα δράκων ὑπέροπλος,
σᾶμα μέλλοντος φόνου.
15 μοῖρα πολυκρατές: οὔ νιν
πεῖθ᾽ Ὀϊκλείδας πάλιν
στείχειν ἐς εὐάνδρους ἀγυιάς.
ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
καὶ τότ᾽ Ἄδραστον Ταλ[αϊονίδαν
1 πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
κείνων ἀπ᾽ εὐδόξων ἀγώνων
ἐν Νεμέᾳ κλεινοὶ βροτῶν
οἳ τριέτει στεφάνῳ
ξανθὰν ἐρέψωνται κόμαν.
25Αὐτομήδει νῦν γε νικά-
σαντί νιν δαίμων ἔδωκεν.
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
ἄστρων διακρίνει φάη
νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα:
30τοῖος Ἑλλάνων δι᾽ ἀπείρονα κύκλον
φαῖνε θαυμαστὸν δέμας,
δισκὸν τροχοειδέα ῥίπτων,
καὶ μελαμφύλλου κλάδον
ἀκτέας ἐς αἰπεινὰν προπέμπων
35αἰθέρ᾽ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
τελευταίας ἀμάρυγμα πάλας:
τοιῷ[δ᾽ ὑπερθύ]μῳ σ[θένε]ι
γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
ἵκετ᾽ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
40τοῦ κ[λέος π]ᾶσαν χθόνα
ἦλθε[ν καὶ] ἐπ᾽ ἔσχατα Νείλου:
ταί τ᾽ ἐπ᾽ ε[ὐν]αεῖ πόρῳ
οἰκεῦσι Θερμώδοντος, ἐγχέων
ἵστορες κοῦραι διωξίπποι᾽ Ἄρηος,
45σῶν, πολυζήλωτε ϝάναξ ποταμῶν,
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
στείχει δι᾽ εὐρείας κελεύθου
μυρία παντᾷ φάτις
σᾶς γενεᾶς λιπαρο-
50ζώνων θυγάτρων, ἃς θεοὶ
σὺν τύχαις ᾤκισσαν ἀρχα-
γοὺς ἀπορθήτων ἀγυιᾶν.
τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
Θήβας ἐΰδμ[ατον πόλι]ν,
2 τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου
Ζηνὸς πλαθεῖσα λέ]χει τέκεν ἥρω
¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου:
ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
¯ ˘ ¯ × ¯ ˘ ¯
60¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯
α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [
ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον
κ[ούραν, ὅ]σαι τ᾽ ἄλλαι θεῶν
ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ
65παῖδες αἰ]δ̣οῖαι ποταμοῦ κελάδοντος:
¯˘¯¯]αν πόλιν
¯¯˘˘¯]σί τε νίκα[ς
¯˘¯ αὐ]λῶν βοαὶ
σύμφωνα πνείο]υσαι: με[γίστου
70¯˘¯¯¯˘¯¯¯˘¯]α̣ν:
¯¯˘¯¯¯˘˘¯˘]νέος
χρ]υσέα[ν προσ]θέντα ϝιόπλοκον εὖ εἰπεῖν [κόραν,
καὶ μ]ατ[έρ᾽ ἀγ]νάμπτων ἐρώτων
¯ ˘ ¯ κλε]ινὰν βροτο[ῖς
75¯ ˘ ˘ ¯ ˘]λέων
¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯
¯ ˘ ¯ νασι]ώταν
¯ ˘ ¯ ¯ ¯ ˘ ὕμνον,
¯ ˘ ¯ ¯ ¯] καὶ ἀποφθιμένῳ
80τὸν πάντ᾽ ἐς ἄτ]ρυτον χρόνον,
καὶ τοῖς ἐπιγ]ιγνομένοις αἰεὶ πιφαύσκοι
σὰν Νε]μέᾳ νίκαν: τό [γέ] τοι καλὸν ἔργον
γνησίων ὕμνων τυχὸν
ὑψοῦ παρὰ δαίμοσι κεῖται:
85σὺν δ᾽ ἀλαθείᾳ βροτῶν
κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,
λείπεται Μουσᾶν [˘¯¯¯ ἄθυ]ρμα.
εἰσὶ δ᾽ ἀνθρ[ώπων ˘˘¯˘˘¯
3 πολλαί: διακρίνει δὲ θεῶν
90βουλὰ [τὸ καλυπτό]μενον νυκτὸς [δνόφοισιν:
!]!!![˘¯¯¯˘]γε καὶ τὸν ἀρείω
¯˘¯¯¯˘]που.
¯¯˘˘¯˘˘]εύσων
¯˘¯¯¯˘¯
95¯¯˘¯¯¯˘ π]αύροις
ἀν]δρ[άσιν ¯¯˘¯¯¯]ι̣ τὸ μέλλον:
!!]ι̣μιω̣[¯¯˘ ἔδ]ωκε χάριν
κ]αὶ Διων[ύσου Κρονίδας] θεοτίματον πόλιν
ναίειν ἀπο[ρθήτους θαλ]εῦντας:
100χρυσεοσκάπτρ[ου Διὸς
ὅς] τι καλὸν φέ[ρεται,
πᾶς αἰ]νέοι: Τιμοξ[ένου
πα]ιδὶ σὺν κώ[μοις ἁμαρ-
τ[έ]ο]ιτε πεντ[άθλου ϝέκατι.

1 Column 15

2 Column 16

3 Column 17

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien, 1991)
hide References (36 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: