previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

62. τῶν δὲ δὴ Πομπηιείων τῶν μὴ 1 ἐν χερσὶ φθαρέντων οἱ μὲν ἔφυγον ὅπῃ ποτὲ ἠδυνήθησαν, οἱ δὲ καὶ μετὰ τοῦτο ...:2 καὶ αὐτῶν Καῖσαρ τοὺς μὲν ἐν τῷ τεταγμένῳ στρατευομένους ἐς τὰ ἑαυτοῦ στρατόπεδα ἐσέγραψε, μηδέν σφισι [2] μνησικακήσας, τῶν δὲ δὴ βουλευτῶν τῶν τε ἱππέων ὅσους μὲν καὶ πρότερόν ποτε ᾑρηκὼς ἠλεήκει ἀπέκτεινε, πλὴν εἴ 3 τινας οἱ φίλοι αὐτοῦ ἐξῃτήσαντο ῾τούτοις γὰρ ἕνα ἑκάστῳ τότε σῶσαι [3] συνεχώρησἐ, τοὺς δὲ λοιποὺς τοὺς τότε πρῶτον ἀντιπολεμήσαντας αὐτῷ ἀφῆκεν, εἰπὼν ὅτιοὐδέν με 4 ἠδικήκασιν οἳ τὰ τοῦ Πομπηίου φίλου σφίσιν ὄντος ἐσπούδασαν, μηδεμίαν εὐεργεσίαν παρ᾽ [4] ἐμοῦ ἔχοντες.’ τὸ δ᾽ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς δυνάστας τούς τε δήμους τοὺς συναραμένους οἱ ἐποίησε: πᾶσι γὰρ αὐτοῖς συνέγνω, ἐννοῶν ὅτι αὐτὸς μὲν τινα οὐδένα 5 αὐτῶν ἠπίστατο, παρ᾽ ἐκείνου δὲ δὴ πολλὰ καὶ ἀγαθὰ προεπεπόνθεσαν. [5] καὶ πολύ γε τούτους μᾶλλον ἐπῄνει τῶν εὐεργεσίαν μέν τινα παρὰ τοῦ Πομπηίου προλαβόντων, ἐν δὲ δὴ τοῖς κινδύνοις αὐτὸν ἐγκαταλιπόντων: [6] τοὺς μὲν γὰρ καὶ ἑαυτῷ δι᾽ εὐνοίας ἔσεσθαι ἤλπιζε, τοὺς δέ, εἰ καὶ τὰ μάλιστα ἔδοξάν τί οἱ καὶ χαρίσασθαι, ἀλλὰ προδότας γε τοῦ νῦν [p. 108] φίλου γενομένους οὐδὲ ἑαυτοῦ ποτε φείσεσθαι 6

1 mh\ Reim., me\n L.

2 Lacuna recognized by Xyl.

3 ei)/ H. Steph., h)/ L.

4 me H. Steph., me\n L.

5 h)/ tina h)\ ou)de/na Cobet, h)\ ou)de/na h)/ tina L.

6 fei/sesqai H. Steph., fei/sasqai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: