previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. ἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπ᾽ ἐκείνοις μεταγνόντες καὶ δίκην παρ᾽ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια [p. 6] [2] αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθ᾽ ἡμῶν δι᾽ Ἀντώνιον ὅτι 1 μάλιστα, ὡς οὐδ᾽ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων: ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας [3] ἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται 2 κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν [4] ἐπιθήσεται: ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφ᾽ ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.

1 o(/ti Xyl., e)/ti LM.

2 sunai/retai Rk., sunai/rein L, sunai/rei (corrected from sunai/rein' M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: