previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.

δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆς Ἀργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε. Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδα εἰπόντα πω σπουδῇ πλὴν Κορινθίων τῶν πολλῶν: Εὔμηλος δὲ Ἀμφιλύτου τῶν Βακχιδῶν καλουμένων, ὃς καὶ τὰ ἔπη λέγεται ποιῆσαι, φησὶν ἐν τῇ Κορινθίᾳ συγγραφῇεἰ δὲ Εὐμήλου γε συγγραφήἘφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ, Μαραθῶνα δὲ ὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριν τοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲ Ἐπωπέως ἀφικόμενον ἐς

Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖς παισὶν αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, καὶ ἀπὸ μὲν Σικυῶνος τὴν Ἀσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι. [2]

Κόρινθον δὲ οἰκοῦσι Κορινθίων μὲν οὐδεὶς ἔτι τῶν ἀρχαίων, ἔποικοι δὲ ἀποσταλέντες ὑπὸ Ῥωμαίων. αἴτιον δὲ τὸ συνέδριον τὸ Ἀχαιῶν: συντελοῦντες γὰρ ἐς αὐτὸ καὶ οἱ Κορίνθιοι μετέσχον τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους, ὃν Κριτόλαος στρατηγεῖν Ἀχαιῶν ἀποδειχθεὶς παρεσκεύασε γενέσθαι τούς τε Ἀχαιοὺς ἀναπείσας ἀποστῆναι καὶ τῶν ἔξω Πελοποννήσου τοὺς πολλούς. Ῥωμαῖοι δὲ ὡς ἐκράτησαν τῷ πολέμῳ, παρείλοντο μὲν καὶ τῶν ἄλλων Ἑλλήνων τὰ ὅπλα καὶ τείχη περιεῖλον ὅσαι τετειχισμέναι πόλεις ἦσαν: Κόρινθον δὲ ἀνάστατον Μομμίου ποιήσαντος τοῦ τότε ἡγουμένου τῶν ἐπὶ στρατοπέδου Ῥωμαίων, ὕστερον λέγουσιν ἀνοικίσαι Καίσαρα, ὃς πολιτείαν ἐν Ῥώμῃ πρῶτος τὴν ἐφ᾽ ἡμῶν κατεστήσατο: ἀνοικίσαι δὲ καὶ Καρχηδόνα ἐπὶ τῆς ἀρχῆς τῆς αὐτοῦ. [3]

τῆς δὲ Κορινθίας ἐστὶ γῆς καὶ καλούμενος Κρομυὼν ἀπὸ τοῦ Κρόμου τοῦ Ποσειδῶνος. ἐνταῦθα τραφῆναί φασι Φαιὰν, καὶ τῶν λεγομένων Θησέως καὶ τὸ ἐς τὴν ὗν ταύτην ἐστὶν ἔργον. προϊοῦσι δὲ πίτυς ἄχρι γε ἐμοῦ πεφύκει παρὰ τὸν αἰγιαλὸν καὶ Μελικέρτου βωμὸς ἦν. ἐς τοῦτον τὸν τόπον

ἐκκομισθῆναι τὸν παῖδα ὑπὸ δελφῖνος λέγουσι: κειμένῳ δὲ ἐπιτυχόντα Σίσυφον θάψαι τε ἐν τῷ ἰσθμῷ καὶ τὸν ἀγῶνα ἐπ᾽ αὐτῷ ποιῆσαι τῶν Ἰσθμίων. [4] ἔστι δὲ ἐπὶ τοῦ ἰσθμοῦ τῆς ἀρχῆς, ἔνθα λῃστὴς Σίνις λαμβανόμενος πιτύων ἦγεν ἐς τὸ κάτω σφᾶς: ὁπόσων δὲ μάχῃ κρατήσειεν, ἀπ᾽ αὐτῶν δήσας ἀφῆκεν ἂν τὰ δένδρα ἄνω φέρεσθαι: ἐνταῦθα ἑκατέρα τῶν πιτύων τὸν δεθέντα ἐφ᾽ αὑτὴν εἷλκε, καὶ τοῦ δεσμοῦ μηδετέρωσε εἴκοντος ἀλλ᾽ ἀμφοτέρωθεν ἐπ᾽ ἴσης βιαζομένου διεσπᾶτο δεδεμένος. τοιούτῳ διεφθάρη τρόπῳ καὶ αὐτὸς ὑπὸ Θησέως Σίνις: ἐκάθηρε γὰρ Θησεὺς τῶν κακούργων τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Τροιζῆνος, οὕς τε πρότερον κατηρίθμησα ἀνελὼν καὶ ἐν Ἐπιδαύρῳ τῇ ἱερᾷ Περιφήτην Ἡφαίστου νομιζόμενον, κορύνῃ χαλκῇ χρώμενον ἐς τὰς μάχας. [5] καθήκει δὲ τῶν Κορινθίων ἰσθμὸς τῇ μὲν ἐς τὴν ἐπὶ Κεγχρέαις, τῇ δὲ ἐς τὴν ἐπὶ Λεχαίῳ θάλασσαν: τοῦτο γὰρ ἤπειρον ποιεῖ τὴν ἐντὸς χώραν. ὃς δὲ ἐπεχείρησε Πελοπόννησον ἐργάσασθαι νῆσον, προαπέλιπε διορύσσων ἰσθμόν: καὶ ὅθεν μὲν διορύσσειν ἤρξαντο δῆλόν ἐστιν, ἐς δὲ τὸ πετρῶδες οὐ προεχώρησαν ἀρχήν: μένει δὲ ὡς πεφύκει καὶ νῦν ἤπειρος ὤν. Ἀλεξάνδρῳ τε τῷ Φιλίππου διασκάψαι Μίμαντα ἐθελήσαντι μόνον τοῦτο οὐ προεχώρησε τὸ ἔργον: Κνιδίους δὲ Πυθία τὸν ἰσθμὸν ὀρύσσοντας ἔπαυσεν. οὕτω χαλεπὸν ἀνθρώπῳ τὰ θεῖα βιάσασθαι. [6] τὸ δὲ οὐ Κορινθίοις μόνον περὶ τῆς χώρας ἐστὶν εἰρημένον, ἀλλὰ ἐμοὶ δοκεῖν

Ἀθηναῖοι πρῶτοι περὶ τῆς Ἀττικῆς ἐσεμνολόγησαν: λέγουσι δὲ καὶ οἱ Κορίνθιοι Ποσειδῶνα ἐλθεῖν Ἡλίῳ περὶ τῆς γῆς ἐς ἀμφισβήτησιν, Βριάρεων δὲ διαλλακτὴν γενέσθαι σφίσιν, ἰσθμὸν μὲν καὶ ὅσα ταύτῃ δικάσαντα εἶναι Ποσειδῶνος, τὴν δὲ ἄκραν Ἡλίῳ δόντα τὴν ὑπὲρ τῆς πόλεως.

ἀπὸ μὲν τούτου λέγουσιν εἶναι τὸν ἰσθμὸν Ποσειδῶνος: [7] θέας δὲ αὐτόθι ἄξια ἔστι μὲν θέατρον, ἔστι δὲ στάδιον λίθου λευκοῦ. ἐλθόντι δὲ ἐς τοῦ θεοῦ τὸ ἱερὸν τοῦτο μὲν ἀθλητῶν νικησάντων: τὰ Ἴσθμια ἑστήκασιν εἰκόνες, τοῦτο δὲ πιτύων δένδρα ἐστὶ πεφυτευμένα ἐπὶ στοίχου, τὰ πολλὰ ἐς εὐθὺ αὐτῶν ἀνήκοντα. τῷ ναῷ δὲ ὄντι μέγεθος οὐ μείζονι ἐφεστήκασι Τρίτωνες χαλκοῖ. καὶ ἀγάλματά ἐστιν ἐν τῷ προνάῳ δύο μὲν Ποσειδῶνος, τρίτον δὲ Ἀμφιτρίτης, καὶ Θάλασσα καὶ αὕτη χαλκῆ. τὰ δὲ ἔνδον ἐφ᾽ ἡμῶν ἀνέθηκεν Ἡρώδης Ἀθηναῖος, ἵππους τέσσαρας ἐπιχρύσους πλὴν τῶν ὁπλῶν: ὁπλαὶ δέ σφισίν εἰσιν ἐλέφαντος. [8] καὶ Τρίτωνες δύο παρὰ τοὺς ἵππους εἰσὶ χρυσοῖ, τὰ μετ᾽ ἰξὺν ἐλέφαντος καὶ οὗτοι: τῷ δὲ ἅρματι Ἀμφιτρίτη καὶ Ποσειδῶν ἐφεστήκασι, καὶ παῖς ὀρθός ἐστιν ἐπὶ δελφῖνος Παλαίμων: ἐλέφαντος δὲ καὶ χρυσοῦ καὶ οὗτοι πεποίηνται. τῷ βάθρῳ δὲ ἐφ᾽ οὗ τὸ ἅρμα μέση μὲν ἐπείργασται Θάλασσα ἀνέχουσα Ἀφροδίτην παῖδα, ἑκατέρωθεν δέ εἰσιν αἱ Νηρηίδες καλούμεναι. ταύταις καὶ ἑτέρωθι τῆς Ἑλλάδος βωμοὺς οἶδα ὄντας, τοὺς δὲ καὶ τεμένη σφίσιν ἀναθένταςποιμαίνισιν, ἔνθα καὶ Ἀχιλλεῖ τιμαί: Δωτοῦς δὲ ἐν Γαβάλοις ἱερόν ἐστιν ἅγιον, ἔνθα πέπλος ἔτι ἐλείπετο, ὃν Ἕλληνες Ἐριφύλην λέγουσιν ἐπὶ τῷ παιδὶ λαβεῖν Ἀλκμαίωνι. [9] τοῦ Ποσειδῶνος δέ εἰσιν ἐπειργασμένοι τῷ βάθρῳ καὶ οἱ Τυνδάρεω παῖδες, ὅτι δὴ σωτῆρες καὶ οὗτοι νεῶν καὶ ἀνθρώπων εἰσὶ ναυτιλλομένων. τὰ δὲ ἄλλα ἀνάκειται Γαλήνης ἄγαλμα καὶ Θαλάσσης καὶ ἵππος εἰκασμένος κήτει τὰ μετὰ τὸ στέρνον, Ἰνώ τε καὶ Βελλεροφόντης καὶ ἵππος Πήγασος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (11 total)
  • Cross-references to this page (9):
  • Cross-references in notes to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: