previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100]

Ἦλθε δὲ Φάδῳ διάδοχος Τιβέριος Ἀλέξανδρος Ἀλεξάνδρου παῖς τοῦ καὶ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ γένει τε καὶ πλούτῳ πρωτεύσαντος τῶν ἐκεῖ καθ᾽ αὑτόν. διήνεγκε καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ τοῦ παιδὸς Ἀλεξάνδρου: τοῖς γὰρ πατρίοις οὐκ ἐνέμεινεν οὗτος ἔθεσιν. [101] ἐπὶ τούτου δὲ καὶ τὸν μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ᾽ ὃν καὶ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμεν τοῖς ἀπορουμένοις, ὡς προεῖπον. [102] πρὸς τούτοις δὲ καὶ οἱ παῖδες Ἰούδα τοῦ Γαλιλαίου ἀνήχθησαν τοῦ τὸν λαὸν ἀπὸ Ῥωμαίων ἀποστήσαντος Κυρινίου τῆς Ἰουδαίας τιμητεύοντος, ὡς ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, Ἰάκωβος καὶ Σίμων, οὓς ἀνασταυρῶσαι προσέταξεν Ἀλέξανδρος. [103] δὲ τῆς Χαλκίδος βασιλεὺς Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰώσηπον τὸν τοῦ Καμοιδὶ τὴν διαδοχὴν τῆς τιμῆς Ἀνανίᾳ τῷ τοῦ Νεβεδαίου δίδωσιν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κουμανὸς ἀφίκετο διάδοχος. [104] καὶ τελευτᾷ τὸν βίον Ἡρώδης τοῦ μεγάλου βασιλέως Ἀγρίππα ἀδελφὸς ὀγδόῳ τῆς Κλαυδίου Καίσαρος ἀρχῆς ἔτει, καταλιπὼν τρεῖς υἱοὺς Ἀριστόβουλον μὲν ὑπὸ τῆς πρώτης αὐτῷ τεχθέντα γυναικός, ἐκ Βερενίκης δὲ τῆς τἀδελφοῦ θυγατρὸς Βερενικιανὸν καὶ Ὑρκανόν. τὴν δ᾽ ἀρχὴν αὐτοῦ Καῖσαρ Κλαύδιος Ἀγρίππᾳ τῷ νεωτέρῳ δίδωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: