previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν: οὐ μέντοι τέλεον ἐπίστευσε: ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν. [2] Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν [p. 165] οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ̓ αὑτόν: δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως. [3] δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴνκατωρθώσαμενεἶπεν Λάκαινα: Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε: τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν. [4] Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ: μνημόνευε δὲ κἀμοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: